Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
καὶ ταῦτά ἐστιν ἅ περὶ τούτων εἰς ἡμᾶς ἧκεν. οὕσπερ γνόντες ἐν ποίῳ τόπῳ τὴν καταμονὴν ἔχουσι καὶ ὡς τὸ ὄνομα τοῦτο πολὺ τυγχάνει ἐν τοῖς μέρεσιν ἐκείνοις. καὶ ὡς τῆς αἱρέσεως ἕτερον ὄνομα οὐ κατειλήφαμεν, ἐιομίσαμεν ταύτην εἶναι.
[*](1 ff die Valesier nur von Epiph. erwähnt)[*](M U)[*](1 Überschrift κατὰ Οὐαλησίων λݲηݲ ἤ καὶ νݲηݲ MU 2 ἀκηκόαμεν *] ἀκούομεν MU | γε < U 4 <ὑπῆρχεν> * 6 * etwa <με ἔχειν, οὐ γὰρ ἔχω ἀκριβῶς λέγειν,> * 7 φιλαδελφινῆς Μ φιλαδελφικῆς U 8 εἶναι Μ 10 περὶ αὐτῶν τοῦτον ἔχει] περιέχει τοῦτον U 13 πλὴν ὀλίγων < U | δὲ 2 < Μ 14 * etwa <μετὰ τῶν Ἀρχοντικῶν καὶ Σηθιανῶν>* 15 οὔπω] οὕτω Μ 23 ὀπίσω ἐπὶ *] ὀπίσω Μ ἐπὶ U 25 γνῶντες Μ 26 πολὺν Μ)2. Πολλὴ δὲ φρενοβλάβεια τῶν τοιούτων. εἰ μὲν γὰρ τὸ ἐν τῷ εὐαγγελίῳ βούλονται πληροῦν τό »ἐὰν σκανδαλίζῃ σε ἓν τῶν μελῶν σου, ἀπόκοψον ἀπὸ σοῦ, συμφέρει γάρ σοι εἰσελθεῖν εἰς βασιλείαν οὐρανῶν ἢ χωλὸν ἢ τυφλὸν ἢ κυλλόν«, πῶς δύναται ἐν βασιλείᾳ τινὰ εἶναι ἠκρωτηριασμένον;
εἰ γὰρ ἡ βασιλεία τῶν οὐρανῶν τὰ πάντα ἐστὶ τελειοῦσα, οὐδὲν ἀτελὲς ἔχει ἐν ἑαυτῇ. καὶ ὁπότε τοῦ σώματός ἐστιν ἀνάστασις, πάντα τὰ μέλη ἀναστήσεται καὶ οὐδ’ ὁπότερον αὐτῶν καταλειφθήσεται.
καὶ εἰ ὅλως τὶ μέλος οὐκ ἐγείρεται, οὐδὲ τὸ πᾶν σῶμα ἀναστήσεται. καὶ εἰ τὸ ἓν μέλος τὸ σκανδαλίζον αὐτὸ μόνον καταλιμπάνεται, οὐδὲ ὅλως ἀναστήσεται οὐδὲ ὁπότερον τῶν μελῶν· πάντα γὰρ ἡμᾶς ἐσκανδάλισεν.
τίς δὲ ἀναρρήξει αὐτοῦ τὴν καρδίαν τὴν πάντῃ σκανδαλίζουσαν; »ἔσωθεν, γάρ φησιν, ἐκπορεύονται πορνεῖαι μοιχεῖαι ἀσέλγειαι καὶ τὰ τούτοις ὅμοια«. τίς οὖν ῥήξει τὴν ἑαυτοῦ καρδίαν;
εἰ δὲ οὐκ ἐγείρεται τὸ σῶμα κατὰ τὴν τινῶν ἄνοιαν καὶ ἀσέβειαν, πῶς οὖν ἄρα διοίσει ὁ παρὰ τούτων ὁριζόμενος λόγος; τῶν γὰρ ὅλων μελῶν ἁπάντων μὴ εἰσεχομένων εἰς βασιλείαν οὐρανῶν τίς ἔτι χρεία παρὰ ἓν μέλος γίνεσθαι, τῶν ἄλλων μὴ τοῦτο πληρούντων;
εἰ δὲ ἐγείρεται τὸ σῶμα (ἐγείρεται γάρ), πῶς ἐνδέχεται ἔτι ἐν βασιλείᾳ οὐρανῶν ἐν σώματι λώβησις γίνεσθαι; ἢ πῶς οὐκ ἔσται ἀπρεπὴς ἡ βασιλεία τῶν οὐρανῶν ἐπισινῆ σώματα ἔχουσα πρὸς δόξαν ὄντα τῶν ἐν αὐτῇ;