Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εἶτα λοιπόν »ἐκοπίασεν Αἴγυπτος καὶ Ἡ ἐμπορία Αἰθιόπων« καὶ τὰ ἑξῆς »ὅτι ἐν σοὶ ὁ θεός ἐστιν«.

ἐν τίνι δὲ φαίημεν ἀλλ᾿ ἢ ἐν τῇ ἐν τῷ πατρῴῳ Λόγῳ: καὶ γὰρ ἀλθῶς θεὸς Λόγος ὁ υἱὸς κὰι ἐν αὐτῷ Ὁ πατὴρ γινώσκεται, ὡς λέγει »ὁ ἑμρακὼς ἐμὲ ἑύρακεν τὸν πατέρα« καί »ἐγὼ ἐδόξασά σου τὸ ὄνομα ἐπὶ τῆς γὴς«.

εἶτα πάλιν »ἐγὼ ἤγειρα βασιλέα«. οὐχ ὁρᾷς ὅτι φωνή ἐστι πατρὸς ἰδιάζουσα ἡ ἐγείρασα ἐξ αὐτῆς τὸν ἀηθινὸν Λόγον βασιλέα ἐπὶ πάντας, τὸν [*](1 I Tim. 1, 7 — 3 ff vgl. Hippolyt c. Noët. 4; S. 46, 6 ff Lagarde »ἐν σοί« οὖν φησιν »ὁ θεός ἐστιν«. ἐν τίνι δὲ ὁ θεὸς αλλ᾿ ἢ ἐν Χριστῷ Ἰησοὺ τῷ πατρῴῳ Λόγῳ καὶ τῷ μυστηρίῳ τῆς οἰκονομίας; — 16 Joh. 14, 9 — 17 Joh. 17, 4 — 18 ff vgl. Hippolyt c. Noët. 4; s. 46, 8 ff Lagarde περὶ οὗ πάλιν δεικνύων τὸ κατὰ σάρκα αὐτοῦ σημαίνει »ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης κὰι πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι«. τί οὔν; περὶ τίνος μαρτυρεῖ πατήρ; περὶ τοῦ υἱοῦ πατὴρ λέγει »ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης«. ὅτι δὲ πατὴρ ἤγειρεν αἱοῦ τὸν υἱὸν ἐν δικαιοσύνῃ, μαρτυρεῖ ὁ ἀπόστολος Παὐλος λέγων »εἰ δὲ τὸ πνεῦμα Ἰησοῦν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν«. ἰδοὺ συνέστηκεν τὸ διὰ τοῦ προφήτου εἰρημένον »ἐγὼ Μ U) [*](1 πληροῦται Μ 3 ἔφη] εἰπεν U 5 ἐστὶ τῆς] ἐπὶ U 7 μου 1 < U | <περὶ> * 12 οὐδὲ] οὐ U 13 αἱ ἐμπορίαι U 15 λόγος < U 18 vor ἰδιάζουσα + ἡ U 19 ἐγείρουσα U | ἐξ αὐτῆς = sofort)

353
ἐξ αὐτοῦ ἀληθινῶς γεννηθέντα ἀνάρχως καὶ ἀχρόνως;

ὃν καὶ ἤγειρε πάλιν, αὐτὸν τὸν βασιλέα, ὡς λέγει ὀ ἅγοι ἀπόστολος φάσκων »εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Χριστὸν ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωογονήσει κὰι τὰ θνητὰ σώματα Ὑμῶν, διὰ τοῦ ἐνοικοῦντος πνεύματος αὐτοῦ ἐν ὑμῖν«,

ὅπως συνᾴδοι τὰ προφητικὰ τοῖς ἀποστολικοῖς καὶ τὰ ἀποστολικὰ τοῖς εὐαγγελικοῖς καὶ τὰ εὐαγγελικὰ τοῖς ἀποστολικοῖς καὶ τὰ ἀποστολικὰ τοῖς προφητικοῖς· ἐκεῖ γάρ »<ἐγὼ> ἤγειρα βασιλέα«, καὶ ὧδε· »ὁ ἐγείρων Χριστόν ἐν νεκρῶν«.

τὸ δέ »ἐν σοὶ θεός ἐστιν« <δείκνυσιν>, ὡς μυστηριωδῶς τὰ πάντα κα]θαυμασίως διηγεῖται ἡ θεία γραφή. ὥσπερ γὰρ ἐν ναῷ ἐν σαρκὶ <κατοκιοῦσα> προεωρᾶτο κὰι προκατηγγέλλετο τῇ τῶν ἀνθρώπων ἐλπίδι διὰ τῆς πρὸς τὸν θεὸν ἐπιστροφῆς ἠ θεότης.

ὁ γὰρ υἱὸς τοῦ θεοῦ θεὸς Λόγος, ὡς ἐν πόλει ἀγίᾳ κὰι ἐν ναῷ ἁγίῳ [τουτέστιν] ἐν τῇ ἁγία ἐνανθρωπήσει καὶ ἐνσάρκῳ παρουσίᾳ θεὸς ὢν κατοικῶν, ἐπὶ τῷ ναῷ ἀγίῳ λέγει »λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἠμέραις ἐγερῶ αὐτόν«,

διότι μυστικῶς τὰ πάντα οἰκονομεῖ <ὁ> θεὸς Λόγος ἀποσταλεὶς ἀπὸ πατρὸς ἐν σαρκὶ καὶ σύνδεσμον ἀγάπης πνευματικῆς δεικνὺς ἐφέλκεται σάρκα, σμικρύνας ἑαυτὸν μέγας ὢν θεός, αὐτὸς ὁ Λόγος ἐκ παρθένου διὰ πνεύματος ἁγίου γεννηθείς, υἱὸς θεοῦ εἷς ὤν, ἑαυτὸν σαρκὶ καὶ πνεύματι ἔνα τελέσας, ὠς λε;γει »ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ«.

[*](2— 5 Röm. S, 11 — 9 ff vgl. Hippolyt c. Noët. 4; S. 46, 18 ff Lagarde τὸ δὲ εἰιπεῖν ὅτι »ἐν σοὶ ὁ θεός ἐστιν« ἐσείκενυεν μυστήριον οἰκονομίας, ὅτι σεσαρκωμένου τοῦ λόγου καὶ ἐνανθρωπήσαντος ὁ πατὴρ ἦν ἐν τῷ υἱῷ καὶ ὁ υἱὸς ἐν τῷ πατρί, ἐμπολιτευομένου τοῦ υἱοῦ ἐν ἀνθρώποις. τοῦτο οὖν ἐσημαίνετο, ἀδελφοί, ὅτι ὄντως μυστήριον οἰκονομίας ἐκ πνεύματος ἁγίου ἦν οὗτος ὁ λόγος καὶ παρθένου, ἕνα υἱὸν θεῷ ἀπεργασάμενος. τοῦτο δὲ οὐκ ἐγὼ λέγω, ἀλλ᾿ αὐτὸς μαρτυρεῖ ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ. οὕτω γὰρ λέγει »οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ κατβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ«. — 15 Joh. 2, 19 — 20 ff JOh. 3, 13 M U)[*](1 ἐξ αὐτοῦ < Μ ὅν *] ὃς Μ U 3 f οἰκεῖ ἐν — ἐκ νεκρῶν < Μ 4 ζωοποιήσει U 8 ἐκεῖ γὰρ *] εἰ γὰρ Μ εῖτα U | <ἐγὼ> * 9 τὸ δὲ Dind. öh.] ὁ δὲ M U | <deqiknysin> * 11 ἐν 2 < U | <κατοικοῦσα> *, vgl. Z. 15 | προεορᾶτο U 12 τόν < Μ 13 θεὸς < U 14 [τουτέστιν]* 15 ἐπὶ τῷ *] ἐν M U 16 τὰ πάντα μυστικῶς Μ 17 <ὁ> * |ἀποστόλοις Μ | πατρός] πνεύματος U 18 πνευματικῆς < U | σάρκα *] καὶ Μ U 19 ὁ < Μ epiphanius 11. 23)
354