Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

6. Εἰ δὲ χρεία εἰπεῖν καὶ περὶ τοῦ »ἐκοπίασεν Αἴγυπτος καὶ ἑμπορία Αίθιόπων, καὶ οἱ Σαβαεὶν ἄνδρες ὑψηλοὶ ἐπὶ δὲ διαβήσονται [καὶ τό »σὺ εἶ θεός καὶ οὐκ ῃδειμεν«] κὰι σοὶ δοῦλοι ἔσονται, καὶ πορεύσονται ἀπίσω σου δεδεμένοι χεροπέσαις καὶ ἐν σοὶ προσκυνήσουσι καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ· σὺ γὰρ εἶ θεός. καὶ οὐκ ᾔδειμεν, ὁ θεὸς τοῦ Ἰσραὴλ σωτήρ«, λέξει δέ. »οὐχ ὁρᾷς, φησίν, ὅτι εἷς θεός ἐστιν.

ἐκ τῶν τοσούτων ἡρτῶν, ὧν ὑπεδείξαμεν«, οὐ νοῶν τὰ εἰρημένα, ἀλλὰ πανούργως περικόπτων τὰς γραφάς, λοξὰ μὲν διηγούμενος, ἀνθυπερβάτως δὲ εἰσάγων τοὺς λόγους, οὐκ ἀκολούθως καὶ περι πόδα φθέγγεται οὔτε καθ᾿ εἱρμὸν διηγεὶται ὁ Νόητος ἢ οἱ ἐξ αὐτοῦ Νοητιανοί [νοοῦσιν].

ὥσπερ γὰρ κακῷ κυνὶ ὄνομα Λέων <ἐπιτιθέασιν> καὶ τοὺς μησὲ ὅλως ὁρῶντας καλοῦσι πολὺ βλέποντας καὶ τὰς χολὰς γλυκείας φασὶ καὶ τὸ ὄξος μέλι τινὲς ἐπωνόμασαν καὶ τὰς Ἐρινύας Εὐμενίδας φασὶ και ὠνόμασαν, οὕτωνς καὶ οὗτος καὶ οἱ ἀπ᾿ αὐτοῦ, Νοήτου ἔχων ὄνομα,

ἀνόητος ὑπάρχειι καὶ οἱ ἐξ αὐτοῦ ἀνοητοῦντες, μηδὲ ὅλως τὴν ἀκολούθίαν ὧν τε φάσκει καὶ ὧν προβάλλονται νοοῦντες, ὡς καὶ [*](6 ff vgl. Hippolyt c. Noët. 4; S. 45, 16 ff Lagarde φησὶν γάρ »ἐκοπάσεν Αἤγυπτος καὶ ἐμπορία Αἰθίοπων καὶ οἱ Σαβαεὶμ« καὶ τὰ λοιπά, ἵνα εἤπῃ »σὺ γὰρ ὁ θεὸς τοῦ Ἰσραὴλ σωτήρ«, οὐ νοῶν τὸ προειρημένον· ὁπόταν γὰρ θελήσωσιν πανουργεύεσθαι, περικόπτουσι τὰς γραφάς· ὁλοκλήρως δὲ εἰπάτω καὶ εὑρήσει τὴν αἰτίαν πρὸς τινά λεγεται — 6 Jes. 45, 14 f — 17 ff vgl. Hellladius Chrestom. bei Photius cod. 279; p. 355 ὅτι τὂ μὴ λέγειν δ(??)σφημα πᾶσι τοῖς παλαιοῖς μὲν φροντὶς ἦν, μάλιστα δὲ τοῖς Ἀθηναίοις· διὸ καὶ τὸ δεσμωτήριον οἴκημα ἐκάλουν καὶ τὸν δήμιον κοινόν, τὰς δὲ Ἐριννύας Εὐμενίδας ἢ σεμν]ς θεάς, τὸ δὲ μῦσος ἄγος, τὸ δὲ ἄξος μέλι καῖ τὴν χολὴν γλυκεῖαν κτἑ. Μ U) [*](1 <ἑαυτῶν> Jül. 2 [ἢ δι᾿ ὅν τὰ πάντα]* 6 χρείν καὶ < U 7 ἐμπορία] ἐν πορεία Μ | οἱ < U | Σαβαεὶμ U 8 [καὶ τό· σὺ εἶ θεὸς καὶ οὐκ ᾔδειμεν] * | καὶ 3 + τὸ Μ 9 f καὶ ἐν σ(??)ὶ προσκυνήσουνι < U 11 ὁ < Μ 12 λέξει δὲ < U 12 f τοιούτων U 13 ὧς *] ὡς Μ U | mit οὐ νοῶν beginnt der Nachsatz 15 εἰσάγων] ἄγων Μ 16 [νοοῦσιν] * ; wegen des Folgenden aber wolh dafür einzusetzen <μᾶλλον δὲ ἀνόητοι> 17 γὰρ] γε U | <ἐπιτιθέασιν>* | ὅλως] ὄντως U 18 πολλὰ U | φάσκουσι U 20 καὶ οὗτος < Μ 22 τε < U | προβάλλεται Μ)

352
πληροῦσθαι ἐπ᾿ αὐτοὺς τὸ εἰρημένον ὑπὸ τοῦ ἁγίου ἀποστόλου »μήτε ἃ γέγουσι νοοῦντες μήτε περὶ τίνων διαβεβαιοῦνται«.