Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

διὸ μίαν θεότητα οἶδεν ἡ ἐκκλησία· εἷς θεὸς ὁ τῆς ἀηλθείας πατήρ, πατὴρ τελείος ἐνυπόστατος καὶ υἱὸς υἱὸς τέλειος ἐνυπόστατος καὶ ἅγιον πνεῦμα ἅγιον πνεῦμα τέλειον ἐνυπόστατον, μία θεότης καὶ δεσποτεία μία κυριότης.

διὸ πανταχοῦ σαφῶς κεκηρύχασιν αἰ θεῖαι γραφαὶ ἕνα θεόν, τουτέστιν τριάδα ὀμοούσιον, ἀεὶ οὖσαν τῆς αὐτῆς θεότητος, τῆς αὐτῆς κυριότητος.

καὶ διέπεσεν ἐκ πανταχόθεν ὀ τῆς ἀνοησίας σου λόγος, ὦ Νόητε. τοίνυν φωνάς, σκοπῖν ἐξ ὑπαρχῆς χρὴ καὶ οὕτως τὰ αὐτοῦ κεφάλαια ἀνατρέπειν.

[*](15 Joh. 14, 10; 10, 30 — JOh. 15, 26; 13 — Joh. 15, 26 M U)[*](1 υἱὸν + ἤτοι Μ 3 τῶν < Μ 3 f ἐνκισσόντων Μ ἐγικσσησάντων U 6 οὖν U | ἔκβλητοι Μ 8 ἠγήσοιντο von erster Hand am Rand statt ἡγήσονται im text U 10 ἀποστολικῆς καὶ < U 11 οὐκ ἐρεῖ] οὐ χαίρει U 12 ἀληθείᾳ + <γεγέννηται>?* 18 τὸ πνεῦμα *] πνεῦμα τὸ Μ U 19 λαμβάνον + τὸ πνεῦμα τῆς ἀληθείας U 21 καὶ υἱὸς — ἐνυπόστατος < U 22 ἅγιον πνεῦμα < U 21 καὶ υἱὸς — ἐνυπόστατος < U 22 ἅγιον πνεῦμα 26 ἀνόητε U 27 ἀντιθέτως] ἀντὶ δὲ τῶν Μ | προειρημένου + νοῦ Μ | ψωνὰς + <ταττομένων>?* 28 αὐτὰ U)
350

5. Πρῶτον μὲν οὖν ἐπιδὴ παρήγαγε τὸ κεφάλαιον ὅτι »εἷς θεός, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς χριστός, δι᾿ ὃς τὰ πάντα καὶ ἡμεῖς δι᾿ αὐτοῦ«, οὐχ ὁρᾷς ὅτι λέγων »εἷς θεός, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν«, πῶς τὴν μίαν ἀρχὴν σημαίνει ἵνα μή εἰς πολλὰς ἀρχὰς τρέψὴ τὴν διάνοιαν καὶ εἰς πολυθεΐαν ἀγάγῃ τῆς πολυθεΐας;