Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

πάλιν δὲ ἐν ἄλλῳ τόπῳ »ἦλθε φωνὴ ἀπ᾿ ούρανοῦ, οὖτός ἐστιν ὁ υἱός μου, αὐτοῦ ἀκούσατε«. καὶ οὐκ εἶπεν »ἐγώ εἰμι ὁ υἱός μου, ἐμοῦ ἀκούσατε«, οὐδὲ πάλιν »γέγονα υἱάς«, ἀλλά » οὖτος ὁ υἱός μου, αὐτοῦ ἀκούσατε«.

καὶ τῷ εἰπεῖν »ἐγὼ καὶ ὁ πατήρ μου ἔν ἐσμεν«, οὐκ εἶπεν »ἐγὼ καὶ ὁ πατήρ μου εἶς εἰμι«, ἀλλά » ἐγὼ καὶ ὁ πατήρ μου ἔν ἐσμεν«. τὸ δὲ »ἐγὼ καὶ ὁ πατήρ«, ὅντος τοῦ ἄρθρου τοῦ »ὁ« καὶ τοῦ »καί« ἀνὰ μέσον, σημαίνει πατέρα φύσει πατέρα καὶ υἱὸν φύσει υἱόν.

4. Καὶ πάλιν περὶ τοῦ ἁγίου πνεύματος »ἐὰν ἀπέλθω, ἐκεῖνος ἔρχεται, τὸ πνεῦμα τῆς ἀληθείας«. πολὺ δὲ σαφέστατόν ἐστι τοῦτο τό »ἐγὼ ὑπάγω καὶ ἐκεῖνος ἔρχεται«. οὐκ εἶπεν »ἐγὼ ὑπάγω καὶ ἐγὼ ἔρχομαι«, ἀλλὰ ἀπὸ τοῦ »ἐγώ« καί »έκείνος« ἐσήμανεν ἐνυπόστατον τὸν υἱόν, ἐνυπόστατον τὸ ἄγιον πνεῦμα.

καὶ πάλιν »τὸ πνεῦμα τῆς ἀληθείας τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ ἐκ τοῦ έμοῦ λαμβάνον«, ἴνα δείξῃ ένυπόστατον τὸν πατέρα, ἐνυπόστατον τὸν υἱὸν καὶ ἐνυπόστατον τὸ ἄγιον πνεῦμα.

καὶ πάλιν δὲ ἐπὶ τοῦ Ἰορδάνου ἄνωθεν ὁ πατὴρ ἐλάλει, υἱὸς δὲ ἐν Ἰορδάνῃ κατήρχετο, τὸ δὲ πνεῦμα μεσαίτατον ἐν εἴδει περιστερᾶς ἐφαίνετο καὶ ἦλθεν ἐπ᾿ αὐτόν, καίτοι γε τοῦ πνεύματος μὴ φορέσαντος σάρκα μήτε ένδυσαμένου μένου σῶμα.