Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

πάλιν δὲ ἄλλῳ ῥητῷ κέχρηνται τούτῳ, ὡς λέγει »ἐκοπ[΄ιασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιὀπων, καὶ οἱ Σαβαεὶν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ δοῦλοι ἔσονται καὶ πορεύσονται ὀπίσω σου δεδμένοι χειροπέδαις καὶ ἐν σοὶ προσκυνἠσουσι καὶ ἐν σοὶ προσεύξονται, ὄτι ἐν σοὶ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ. σὺ γὰρ εἶ θεός, καὶ οὐκ ᾔδειμεν, ὁ θεὸς τοῦ Ἰσραὴλ σωτήρ«.

ὁρᾷς, φησί, πῶς αἱ θεῖαι γραφαὶ ἔνα θεὸν σημαίνουσι καὶ καταγγέλλουσιν αὐτὸν <γενόμενον> ἐμθανῆ; καὶ ὁμολογουμένως εἶς ἐστιν, ὁ αὐτὸς ἀεὶ ὤν.

καὶ τούτου ἔνεκα οὐ πολλοὺς θεοὺς λέγομεν, ἀλλὰ ἔνα θεόν, τὸν αὐτὸν ἀπαθῆ, αὐτὸν πατέρα τοῦ υἱοῦ, αὐτὸν υἱὸν καὶ πεπονθότα, ἴνα σώσῃ ἡμᾶς ἐν τῷ ἰδίῳ πάθει, καὶ οὐ δυνάμεθα ἄλλον λέγειν· δῆθεν ἀπὸ τοῦ ἐπιστάτου αὐτῶν μεμαθηκότες ταὐτην τὴν ὁμολογίαν καὶ τὴν πονηρὰν ταύτην ὑπόνοιαν καὶ λυμαντικὴν μαρίαν.

Εἶτα ἄλλα ῥητὰ φέρουσιν εἰς σύστασιν ἑαυτῶν, ὡς ὁ αὐτῶν διδάσκαλος ἔλεγεν ὄτι »καὶ ὁ ἀπόστολος τούτοις μαρτυρεῖ τοῖς λόγοις [*](Cff vgl. Hippolyt c. Noët. 2; S. 44, 16ff Lagarde ἐν ἑτέρῳ δέ, φησίν, λέγει »ἐκοπίασεν Αἴγυπτος καὶ σοὶ ἔσονται δοῦλοι καὶ πορεὐσονται ὀπίσω σου δεδεμένοι ἐν χειροπέδαις καὶ ἐν σοὶ προσκυνἠσουσιν, ὄτι ἐν σοὶ ὁ θεός ἐστιν καὶ ἐν σοὶ προσεὐξονται καὶ οὐκ ἔστιν θεὸς πλῆν σοῦ. σὺ γὰρ ἦς ὁ θεὸς καὶ οὐκ ᾔ δειμεν, ὁ θεὸς τοῦ Ἰσραὴλ σωτήρ«. ὁρᾷς, φησίν, πῶς ἔνα θεὸν κηρύσσουσιν αἱ γραφαί; τοῦτου ἐμφανοῦς δει κνυμένου <τού> των <τε*> οὔτως μαρτυρουμένων, ἀνάγκην, φησίν, ἔχω ἑνὸς ὁμολογουμένου τοῦτον ὑπὸ πάθος φέρειν. Χριστὸς γὰρ ἦν θεὸς καὶ ἔπασχεν δι᾿ ἡμᾶς, αὐτὸς ὤν πατήρ, ἴνα καὶ σῶσαι ἡμᾶς δυνηθῇ. ἄλλο δέ, φησίν, οὐ δυνἀμεθα λἐγειν — 7—12 Jes. 45, 14f — 21ff vgl. Hippolyt c. Noët. 2f; S. 44, 27ff Lagarde καῖ γὰρ ὁ ἀπόστολος ἔνα θεὸν ὁμολογεῖ λἐγων »ὦν οἱ πατέρες, ἐξ ὦν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὤν ἐπὶ πάνντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας«. καὶ ταῦτα βούλονται οὔτω διηγεῖσθαι καὶ αὐτοῖς μονοκώλως χρώμενοι, ὄν τρόπον εἶπεν Θεόδοτος ἄνθρωτον συνιστᾶν ψιλὸν βουλόμενος. ἀλλ᾿ οὔτε ἐκεῖνοί τι νενοή κασιν ἀληθὲς οὔθ᾿ οἶτοι, καθὼς αὐταὶ αἱ γραφαὶ ἐλέγχουσιν αὐτῶν τὴν ἀμαθίαν, μαρτυροῦσαι τῇ ἀληθείᾳ) [*](M U) [*](6 <ὁ μόνος ὤν*, vgl. Hippolyt] μόνος ἐλθὼν Μ U 11 ὁ <Μ 12 φασί U> 13 γενόμενον> *ξ 15 ἀλλ᾿ U | αὐτὸν 1 <Μ)

347
φάσκων· ὦν οἱ πατέρες, ἐξὦν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὤν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν«.

βούλονται δὲ διηγεῖσθαι μονοκώλως, τοῦτον τὸν τρόπον ὡς Θεόδοτος· ἐκεῖνος μὲν φύσει ἀκροτάτως ἄνθρωπον ψιλὸν διηγσάμενος, οὖτος δὲ πάλιν ἄλλην ἀκρότητα μονοτόπως, τὸν αὐτὸν πατέρα θεὸν καὶ υἱὸν καὶ ἄγιον πνεῦμα ἐν σαρκὶ πεπονθότα καὶ γεννηθέντα ἡγησάμενος.

οὔτε οὖν ἐκεῖνοι οἱ ἀπὸ Θεοδότου τι ἐν ἀληθείᾳ ἔφασαν οὔτε οὖτος ὁ Νόητος καὶ οἱ ἀπ᾿ αὐτοῦ, ἀνόητος δὲ μᾶλλον τῇ δυνάμει, καθάπερ αἱ θεῖαι γραφαὶ ἀμφοτέρους καὶ πάντας τοὺς πεπλανημένους διελέγχουσι.

3. Παντὶ δὲ τῷ τὸν νοῦν εἰς θεὸν * κεκτημένῳ καὶ ἐν θείᾳ γραφῇ καὶ ἐν πνεέυματι ἁγίῳ κατηυγασμένῳ εὐθυέλεγκτος ὁ αὐτῶν λόγος καὶ πάσης ἀνοίας ἔμπλεως φανεῖται.

τὀλμης γὰρ τὸ ἔργον καὶ τυφλώσεως * ἡ διάνοια φάσκουσα τὸν αὐτὸν πατέρα ὄντα καὶ τὸν αὐτὸν αὐτὸν υἱὸν καὶ τὸν αὐτὸν πεπονθότα· ὡς καὶ ἀπ᾿ ὀρθοῦ λογισμοῦ καὶ εὐλόγου κριθήσονται οἱ τὰ τοιαῦτα φάσκοντες.

πῶς γὰρ εἴη πατὴρ ὁ αὐτὸς καὶ υἱὸς ὑπάρχων; εἰ γὰρ υἱὸς ὑπάρχει, πάντως που τινὸς υἱὸς εἴη, ἀφ᾿ οὖπερ γεγέννηται.