Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀλλὰ τῷ »ἐμέ« σημαίνων ἑαυτὸν ἔλεγεν· τῷ δέ »ἑώρακε τὸν πατέρα«, οὐχ ἑαυτὸν ἔλεγεν. ἄλλο γὰρ τό »τὸν πατέρα« καὶ ἄλλο τό »ἐμέ« καὶ ἄλλο <τό> »ἐγώ«, καὶ ἕτερον τό »ἐμέ«.

εἰ γὰρ ἦν αὐτὸς ὁ πατήρ, ἔλεγεν »ἐγώ εἰμι«· ἐπειδὴ δὲ οὐκ αὐτός ἐστιν ὁ πατήρ, ἀλλὰ ὁ υἱός, ἀληθῶς λέγει »ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα«, ἵνα ἀποκρούσηται τὴν τοῦ Ἀρείου βλασφημίαν τὴν τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς ἀπαλλοτριοῦσαν.

Διὸ τῆς πάσης γραφῆς σαφῶς περὶ ἀληθείας ἡμῖν τὴν ὁδὸν ὑποτιθεμένης <ἐνταῦθα> λήξωμεν καὶ τοῦτον τὸν Νόητον καὶ τὴν αὐτοῦ αἴρεσιν, Νοητιανῶν φημι, σὺν ταῖς ἄλλαις αἱρέσεσι παρωσάμενοι, ὥσπερ ὀστρακέτην τὸν καλούμενον δράκοντα, τὸν μὴ δυνάμενον κάμπτεσθαι ἐν τῷ καταδιώκειν ἄνθρωπον, μήτε δεξιὰ μήτε εὐώνυμα, ἐκκλίναντες <τε> ἀπὸ τῆς αὐτοῦ τε καὶ τῆς αὐτοῦ σχολῆς μοχθηρίας,

ἐπὶ τὰς ἑξῆς δυνάμει τοῦ θεοῦ τὸν νοῦν ἀκοντίσωμεν, πρὸς διήγησιν καὶ ἔλεγχον τῶν ἐν αὐταῖς ἐπινενοημένων κατὰ τῆς ἀληθείας ξενολεξιῶν.

[*](1 ff vgl. Hippolyt c. Noët. 7; S. 49, 11 ff Lagarde εἰ δὲ καὶ Φίλιππον ἐπερωτᾶν περὶ πατρὸς βούλοιντο λέγειν . . . καὶ θέλουσι λέγειν διὰ τούτου κρατύνεσθαι τὸ δόγμα αὐτῶν ὁμολογοῦντος αὐτοῦ ἑαυτὸν πατέρα, γνώτωσαν ὅτι μέγιστον ἑαυτοῖς ἐναντίωμα ἐπιφέρουσιν ὑπ᾿ αὐτοῦ τοῦ ῥητοῦ ἐλεγχόμενοι. τοῦ γὰρ Χριστοῦ ἑαυτὸν ἐν πᾶσιν υἱὸν εἰπόντος καὶ δείξαντος οὐκ ἐπέγνωσαν οὐδὲ καταλαβέσθαι ἤ ἀτενίσαι τὴν δύναμιν ἐδυνήθησαν. καὶ τοῦτο μὴ χωρήσας Φίλιππος καθ᾿ ὅ ἦν ἰδεῖν τὸν πατέρα ἠξίου βλέπειν, πρὸς ὅν ὁ κύριος ἔφη (Joh. 14, 9). τουτέστιν εἰ ἐμὲ ἑώρακας, δι᾿ ἐμοῦ τὸν πατέρα γνῶναι δύνῃ. διὰ γὰρ τῆς εἰκόνος ὁμοίας τυγχανούσης εὔγνωστος ὁ πατὴρ γινεται. εἰ δὲ τὴν εἰκόνα ἥτις ἐστὶν ὁ υἰὸς οὐκ ἔγνως, πῶς ἰδεῖν θέλεις τὸν πατέρα; — 2 Joh. 14. 8 — Joh. 14, 9)[*](M U)[*](1 *· * etwa <οὕτως ἐσήμανεν· μαρτυρεῖ δὲ καὶ>* |[δὲ]* 4 τῷ 1 * ]τὸ MU | σημαίνων *] σημαίνοντα ΜU | ἔλεγεν *] λέγων ΜU | τῷ δὲ *] τὸ τὲ ΜU 5 ἔλεγεν *] λέγων ΜU | πατέρα < U | τό 2 < Μ 6 <τό> * |αὐτὸς ὁ *] ὁ αὐτὸς ΜU 8 ὁ ἑωρακὼς ἐμὲ U 9f ἀλλοτριοῦσαν U 12 <ἐνταῦθα> λήξωμεν *] νήψωμεν Μ < U 16 ἐκκλίναντες] καὶ κλίναντες Μ | <τε> * | τῆς 1 < U | αὐτοῦ2] ἑαυτοῦ u. + τε U | vor μοχθηρίας + καὶ U | μοχθηρᾶς Μ 17 τοῦ < U)
358

Περὶ Οὐαλησίων ἀκηκόαμεν πολλάκις, οὐ μέντοι γε ἔγνωμέν που. τίς ἤ πόθεν ὡρμᾶτο ἤ τί λέγων ἤ νουθετῶν ἤ φθεγγόμενος <ὑπῆρχεν> ὁ Οὐἀλης οὗτος.