Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Περὶ μὲν γὰρ νεκρῶν ἀναστάσεως ἤδη ἡμῖν ἐν πολλαῖς αἱρέσεσιν εἴρηται· οὐ λυπήσει δὲ καὶ αὖθις ἐν τῇ πρὸς τοῦτον ἀνατροπῇ χρήσασθαι ὀλίγοις λόγοις. εἰ μὲν γὰρ τὴν παλαιὰν διαθήκην δέχῃ.

ὦ οὗτος, καὶ τὴν καινὴν ὡσαύτως. πόθεν οὐκ ἐλεγχθήσῃ παραφθείρων τὴν τῆς ἀληθείας ὁδὸν καὶ ἑαυτὸν ἀποξενῶν τῆς τοῦ κυρίου ἐν ἀληθείᾳ ζωῆς;

ὅτι μὲν γὰρ αὐτὸς ὁ κύριος πρῶτος, ἵνα γένηται ἡμῖν ἀρραβὼν τῆς ἀναστάσεως καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν, καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν καὶ ἀνέστη, <δῆλον> καὶ οὐχ

ἁπλῶς ἐν δοκήσει πέπονθεν· ἐτάφη γὰρ καὶ τὸ σῶμα αὐτοῦ ἐβάστασαν. καὶ μαρτυρεῖ μὲν Ἰωςὴφ ὁ ἀπὸ Ἀριμαθαίας, μαρτυροῦσι καὶ αἱ φέρουσαι μύρα εἰς τὸ μνῆμα καὶ ἡ τῶν ἑκατὸν λιτρῶν τῆς ἀλόης ὁλκή, ὅτι οὐκ ἦν δόκησις οὐδὲ φαντασία.

μαρτυροῦσι δὲ καὶ οἱ ἄγγελοι ταῖς γυναιξὶ πεφηνότες ὅτι »ἀνέστη. οὐκ ἔστιν ὧδε· τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;«

καὶ οὐκ εἶπαν ὅτι οὐκ ἀπέθανεν, ἀλλὰ ἀνέστη, ὁ πεπονθὼς ἐν σαρκί, ζῶν δὲ ἀεὶ ἐν πνεύματι καὶ ἀπαθὴς ὢν ἐν τῇ ἰδίᾳ θεότητι, ὁ ἄνωθεν ἀεὶ ἐκ πατρὸς γεγεννημένος ὑπάρχων, ὁ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν εὐδοκήσας ἀπὸ Μαρίας τῆς παρθένου γενέσθαι ἄνθρωπος, ὡς μαρτυρεῖ Παῦλος ὀ ἅγιος λέγων »γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον«.

ἄρα γε οὔπω ἤκουσας τοῦ ῥητοῦ τοῦ λέγοντος ὅτι »δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρςίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθαναςίαν«; ἢ οὐκ ἔπεισέ σε Ἠσαΐας ὁ προφήτης λέγων »καὶ ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ [*](1 zu ἀποκρύφοις τιςὶν vgl. Ephrem Syrus Komm. zum 3. Kor. Br. (bei Zahn, Gesch. neatest. Kan. II 2, 598) von ihnen (sc. den Bardesaniten) vurden auch Praxeis derselben (sc. der Apostel) geschrieben, um unter den Taten und Zeichen der Apostel, welche sie geschrieben haben, im Namen der Apostel den Unglauben zu schreiben –14 vgl. Matth. 27, 57 – 14 f vgl. Luk. 24, 1 – 15 Joh. 19, 39 – 17 Luk. 24, 5. –18 f vgl. I Petr. 3, 18 – 22 Gal. 4, 4 – 24 I Kor. 15, 53 – 26 Jes., 26, 19) [*](M U) [*](1 οὖτος] αὐτὸς U 3 πυρὸς + καὶ M 11 ἀραβὼν M | καὶ 2 ὶ 2 C;M 12 <δῆλον> * 15 τῆς <U 16 οὔτε M 18 εἶπον U 22 ἁγιώτατος U 23 γε] τε M 24 f vor καὶ τὸ θνητὸν noch einmal geschrieben καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀφθαρςίαν, jedoch durchgestrichen U)

342
ἐν τοῖς μνημείοις;«, αὐτὸς δὲ ὁ κύριος λέγων ὅτι »καὶ ἐγερθήσονται μὲν οὗτοι εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς κόλασιν αἰώνιον»;

ἢ οὐ μέμνησαι τοῦ Ἄβελ μετὰ θάνατον τῆς πρὸς θεὸν ὁμιλίας, ὡς οὐ τὴν ψυχὴν λέγει ἐντυγχάνειν καὶ βοᾶν πρὸς τὸν θεόν, ἀλλὰ τὸ αἷμα; αἶμα δὲ οὐ ψυχὴ ὑπάρχει, ἀλλ’ ἐν τῷ αἵματι ἡ ψυχή ἐστιν.

σῶμα γάρ ἐστι τὸ αἇμα ὁρατόν, ἡ δὲ ψυχὴ ἀόρατός τις ὑπάρχουσα ἐν τῷ αἵματι ἔχει τὸν χῶρον. καὶ ἐκ πανταχόθεν ἐλήλεγκταί σου, ὦ Βαρδησιάνη. ἡ κακοπιστία. ἀνατρεπομένη ἐξ αὐτῆς τῆς ἀληθείας.

3. Περὶ δὲ πολλῶν ἀρχῶν ἐπειδήπερ πολλάκις κατὰ τῶν οὕτως λεγόντων πολλὰ εἶπον. ἐνταῦθα οὐ πολλὴν ποιοῦμαι τὴν περὶ τούτου διαλογήν, ἀλλ’ ὡς ἐν <παρεκβάσει> ὑπομνήσομαι τοῦ ἁγίου ἀποστόλου φάσκοντος ὅτι »ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ«.

πῶς οὖν πολυθεΐα ἔσται καὶ πολλαὶ ἀρχαί, εἰ »εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ«; ἄρα οὖν εἷς ἐστιν ὁ ποιητὴς καὶ οὐ πολλοὶ θεοὶ οὔτε πολλοὶ αἰῶνες.