Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀλλ’ ἀεὶ ὄντα πρὸς τὸν πατέρα θεὸν Λόγον, γεγεννημένον ἐκ τοῦ πατρὸς ἀνάρχως καὶ ἀχρόνως, ὡς πᾶσα γραφὴ διηγεῖται· ᾧ καὶ ειπεν ὁ πατήρ »ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν«, καὶ οὐχὶ τῷ Μελχισεδέκ.

εἰ μὲν γὰρ καὶ ἱερεὺς [ἐστι] τοῦ θεοῦ τοῦ ὑψίστου ἐν τῇ ἰδίᾳ γενεᾷ γεγένηται καὶ οὐκ ἔσχε διαδοχὴν μετ’ αὐτόν, ἀλλ’ οὐκ ἔστιν ἄνωθεν ἀπ’ οὐρανοῦ καταβάς.

οὐ γὰρ εἶπεν ἡ γραφὴ ὅτι »κατήνεγκε « ἄρτον καὶ οἶνον, ἀλλὰ »ἐξήνεγκεν« αὐτῷ τε καὶ τοῖς μετ’ αὐτοῦ, ὡς ἀπὸ τῶν βασιλέων ἀποδεξόμενος τὸν διερχόμενον πατριάρχην·

καὶ εὐλόγησεν αὐτὸν διὰ τὴν προσοῦσαν αὐτῷ δικαιοσύνην καὶ τὸ πιστὸν καὶ τὸ εὐλαβὲς τοῦ ἀνδρός, ὅτι ἐν ἅπασι δοκιμασθεὶς ἐν οὐδενὶ ἐξέπεσε τῆς δικαιοσύνης ὁ πατριάρχης, ἀλλὰ καὶ ἐν τούτῳ συνεργὸν ἔσχε τὸν θεὸν κατὰ τῶν † ἀληθῶς ἐπελθόντων τῇ τῶν Σοδομιτῶν χώρᾳ καὶ ἀφελομένων καὶ τὸν ἀδελφιδοῦν αὐτοῦ τὸν ἅγιον Λώτ, ὃν καὶ ἀπέστρεψε μετὰ τῆς πάσης σκυλεύσεως καὶ λαφυραγωγίας.

πόθεν δὲ οὐ δείξωμεν ξωμεν ὅτι ἦν ἀεὶ <ὁ> υἱὸς σὺν πατρί; »ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος«, καὶ οὐκ εἶπεν »ἐν ἀρχῇ ἦν ὁ Μελχισεδὲκ οὐδὲ θεὸς ἦν ὁ Μελχισεδέκ«.

καὶ πάλιν »ἦλθεν οὖν ὁ κύριος πρὸς τὸν Ἀβραάμ, καὶ ἔβρεξε κύριος παρὰ κυρίου πῦρ καὶ θεῖον ἐπὶ Σόδομα καὶ Γόμορρα«. καὶ αὐτὸς ὁ ἀπόστολός λός φησιν »εἷς θεός, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα«.