Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ ὦ τῆς τῶν ἀνθρώπων ἀφυλάκτου ἐννοίας καὶ ἀπατωμένης καρδίας καὶ μὴ ἐχούσης στάσιν ἀληθείας. ἀπὸ τοῦ γὰρ τὸν ἀπόστολον λέγειν ἀπάτορα καὶ ἀμήτορα τὸν μελχισεδὲκ καὶ ἀγενεαλόγητον, διὰ τὸ ὑπέρογκον τῆς φράσεως πλανηθέντες τῇ ἐννοίᾳ οἱ τοιοῦτοι καὶ * διανοηθέντες τὰ * εἰς τὸν πατέρα τῶν ὅλων ἀναλογοῦντα ἐν ἑαυτοῖς ἀνετύπωναν βλασφημίας πλάνην.

ἀπὸ τοῦ γὰρ τὸν πατέρα τῶν ὅλων, θεὸν τὸν παντοζωῆς μήτε πατέρα ἔχειν μήτε μητέρα μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος (τοῦτο γὰρ <παρὰ> πᾶσιν ὡμολόγηται) ἀπεικάσαντες τούτῳ τὸν Μελχισεδὲκ διὰ τὸ περὶ αὐτοῦ οὕτω τὸν ἀπόστολον εἰρηκέναι εἰς ἀφροςύνης βλασφημέαν πεπτώκασι, μὴ νοήσαντες τὰ ἄλλα τὰ περὶ αὐτοῦ εἰρημένα.

περὶ γὰρ τοῦ Μελχισεδὲκ εἴρηται ὅτι »ἦν ἱερεὺς τοῦ ὑψίστου«. εἰ οὖν ὕψιστός ἐστιν οὗτος καὶ πατήρ, ἄρα ἑτέρου [*](4 Matth. 28, 19 — 6 I Kor. 12, 11 — 29 Gen. 14, 18 M U (bis πλανῆσαι Ζ. 13; S. 336, 14 — 337, 9 in U ausgelassen) 14 vgl. Cramer Cat. in ep. ad Hebr. 556, 3) [*](1 ἐφθέγγετο + οὖν U | ἐν] σὺν Μ 8 περὶ < U 9 λ;γει < U | ὅτι] οὔτε U | χαρίσμασιν + εἶπεν ὅτι < U | † δωρεῖται] etwa ἐμπολιτεύεται * 10 τὰ < Μ 11 αὐτοῖς συμβαίνοντα < U | ἀλλ’ U 12 αἵρεσιν < U 21 ὑπέρογγον Μ 22 * etwa <ἀνοήτως>* | * <εὶς τὸν μελχισεδὲκ εἰρημένα ὡς> * 26 <παρὰ> *)

337
ὑψίστου ὑπάρχων ἱερεὺς οὐκέτι αὐτὸς εἴη πατὴρ τῶν ὅλων, ἱερατεύων ἑτέρῳ ὑψίστῳ.

καὶ ὦ τῆς τῶν ἀνθρώπων χυδαιότητος τῆς τὰ ἀληθινὰ μὴ κατανοούσης, ἐπὶ τὰ πλάνα δὲ ἑαυτὴν τρεπούσης. τὸ πέρας γὰρ τῆς ἐπιλύσεως τοῦ παντὸς ζητήματος ὁ ἅγιος ἀπόστολος συναγαγὼν ἔφη »ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν« (δῆλον δέ· ἀλλὰ ἐξ ἑτέρων) »δεδεκάτωκε τὸν Ἀβραάμ«, καὶ πάλιν »ὅς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις καὶ ἱκεςίας ἐποιεῖτο, φηςί, πρὸς τὸν δυνάμενον αὐτὸν σῶσαι«· ὅτι δὲ <ὁ> πατὴρ σάρκα οὐκ ἐνεδύσατο δῆλον.

Καὶ περὶ τούτων δὲ ἱκανῶς διαλεχθέντες καταλείψωμεν τὴν αἵρεσιν, ὥσπερ μυογαλίδιον λίθῳ πεπαικότες διὰ τῆς στερεᾶς πίστεως καὶ ἑδραιώματος καὶ φυγόντες τὸ ἰοβόλον αὐτῆς δηλητήριον. τὸ γὰρ μυογαλίδιόν φασι πρὸς μὲν τὴν ὥραν μηδὲν ἀδικεῖν τὸν δακνόμενον, χρόνῳ δέ τινι τὸ σῶμα ἀφανίζειν καὶ εἰς λώβησιν κελεφίας ἕως ὅλων τῶν μελῶν ἔγειν τὸν ἐπιβουλευθέντα.

οὕτω καὶ αὕτη ἡ αἵρεσις * τῇ διανοίᾳ τοῖς εὐθὺς περὶ τούτων ἀκούσασι φαίνεται ὡς οὐδὲν *, προσεντριβομένη δὲ ἡ τῶν λόγων παρολκὴ ζητήματα ἐμποιεῖ καὶ ὥσπερ ἀφανισμ]ν τοῖς μὴ τυχοῦσι κοῦ βοηθήματος τῆς ἀντιδότου ταύτης, τῆς παρ’ ἡμῶν γενομένης κατ’ αὐτῆς ἀνατροπῆς τε καὶ ἀντιλογίας. οὐ τάχιον δὲ φαι;νεται τὸ ζῷον.

ἐν νυκτὶ γὰρ ἐστι πορευόμενον καὶ οὕτω τὴν βλάβην ἐργάζεται, μάλιστα δὲ ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ, ὡς ἰστέον ἐστὶ τοῖς τὴν γνῶσιν τοῦ ζῴου ἐπισταμένοις, ὅτι οὐ παρέργως οὔτε σεσυκοφαντημένως τῆς τοῦ ζῴου ὑποθέσεως πεποιήμεθα τὴν μνήμην, ἀπεικάσαντες αὐτὸ τῇ παρὰ τῆς αἱρέσεως βλάβῃ· τοιοῦτο γὰτ αὐτῆς τὸ ἀδίκημα ὑπάρχει.

ἐφεξῆς δὲ βαδιοῦμαι ἐπὶ τὰς ἄλλας, ὅπως τὸ ἐπάγγελμα ἐν θεῷ πληρῶσαι καταξιωθέντες τῷ θεῷ εὐχαριστήσωμεν.

[*](5 Hebr. 7, 6 — Hebr. 5, 7)[*](M U (von. Z. 10 καὶ περὶ τούτων an))[*](8 ὅτι *] ὁ Μ | <ὁ> * 10 διηγηςάμενος Μ 10 f τὴν αἴρεσιν < U 11 μυογαλλύδιον U 12 φύγωμεν Μ 13 μυογαλλύδιον U 13f δακνώμενον Μ 15 ἕως] ὡς Μ 16 αἵρεσις * τῇ διανοίᾳ] διάνοια U | * etwa <ἐμβληθεῖσα> * 17 * <βλάπτουσα> * | προστριβομένη Μ 19f τῆς παρ’ — ἀντιλογίας < U 23 οὐδὲ U | ἐσυκοφαντηένως Μ 24f ἀπεικάσαντες — βλάβῃ < U 25 τοιοῦτο *] τοῦτο Μ U | αὐτῆς *] αὐτοῦ M U | ἀδίκημα] δικαίωμα U 27 τῶ < Μ | Unterschrift: κατα μελχισεδεκιανῶν λݲεݲ ἤ καὶ νݲεݲ Μ)
338

Τούτοις καθεξῆς συνέπεται Βαρδησιάνης τις οὕτω καλούμενος. ὁ δὲ Βαρδησιάνης οὗτος, ἐξ οὗπερ ἡ αἵρεσις τῶν Βαρδησιανιστῶν γεγένηται, ἐκ Μεσοποταμέας μὲν τὸ γένος ἦν, τῶν κατὰ τὴν Ἐδεσσηνῶν πόλιν κατοικούντων.

ὅς τὰ μὲν πρῶτα ἄριστός τις ἀνὴρ ἐτύγχανε, λόγους δὲ οὐκ ὀλίγους συνεγράψατο, ὁπηνίκα ἐρρωμένην εἶχε τὴν διάνοιαν. ἐκ γὰρ τῆς ἁγίας τοῦ θεοῦ ἐκκληςίας ὡρμᾶτο, λόγιός τις ὤν ἐν ταῖς δυςὶ γλώσσαις. Ἑλληνικῇ τε διαλέκτῳ καὶ τῇ τῶν Σύρων φωνῇ.

Αὐγάρῳ δὲ τῷ τῶ, Ἐδεσσηνῶν δυνάστῃ, ἀνδρὶ ὁσιωτάτῳ καὶ λογιωτάτῳ, ἐξοικειούμενος τὰ πῶτα καὶ συμπράττων, ἅμα τε καὶ τῆς αὐτοῦ μετασχὼν παιδείας. διήρκεσε μὲν [*](3ff vgl. Eusebius praep. ev. VI 9; Migne 21, 462 D Σύρου μὲν τὸ γένος Theodoret haer. fab. I 22; Migne 83, 372 B Σύρος, ἐξ Ἐδέσσης ὁρμώμενος ebenso Chron. Edess. S. 90 Hallier Barhebraeus hist. dyn. VII 79 Pococke u. Chron. I 47 Abbeloos-Lamy; dagegen Hippolyt refut. VII 31, 1; S.216, 17 f Wendland ἐπεχείρησε . . . πρὸς Βαρδησιάνην τὸν Ἀρμένιον ἐγγράφως ποιήσασθαι λόγους Jul. Africanus Κεστοὶ c. 29; p. 300 Thevenot Βαρδηςάνης ὁ Πάρθος Porphyrius de abst. IV 17; 256, 10 Nauck Βαρδηςάνης ἀνὴρ Βαβυλώνιος Hieronymus adv. Iov. II 14; Migne 23, 304 A Bardesanes vir Babylonius — 7 f vgl. Eusebius h. e. IV 30, 1; S. 392 16ff Schwartz πρὸς τοὺς κατὰ Μαρκίωνα καί τινας ἑπέρους διαφόρων αὐτοῦ συγγραμμάτων — 9f λόγιός τις ὤν ἐν ταῖς δυςὶ γλώσσαις] anders und wohl richtiger Eusebius h. e. IV 30, 1; S. 392, 15 ff Schwartz ἔν τε τῇ Σύρων συνέγραψε γλώττῃ καὶ ταῦτά τινες μετέφρασαν εἰς τὴν Ἑλλάδα φωνήν — 10 f gemeint ist Abgar IX bar Manu vgl. v. Gutschmid Mém. de l’acad. de St. Pétersbourg t. 35. 1887. S. 34 ff — zu ὁσιωτάτῳ vgl. Jul. Africanus bei Georg. Syncellus I 676 Dindorf Ἀφρικανὸς Ἄρυαρόν φησιν ἱερὸν ἄνδρα . . . βασιλεύειν Εδέσης κατὰ τούτους τοὺς χρόνους Eusebius-Hieronymus Chronik z. Jahr 218; S. 214, 5 Helm Abgarus vir sanctus regnavit Edessae ut rult Africanus) [*](M U) [*](1 Überschrift: κατὰ βαρδισιανιστῶν Μ κατὰ βαρδησιανιστῶν λݲςݲ καὶ νݲςݲ U 2 βαρδισιάνης Μ 3 βαρδισιάνης Μ 3f βαρδισιανιστῶν Μ 5 Ἐδεσηνῶν Μ | τὰ τὲν πρῶτον ἄριστα Μ 9 Ἐδεσινῶν Μ 10 καὶ λογιωτάτῳ ῳ C; U 11 ἅμα τε Jül.] τε ἅμά ΜU | αὐτοῦ] αὐτῆς? *)

339
μετὰ τὴν ἐκείνου τελευτὴν ἄχρι τῶν χρόνων Ἀντωνίνου Καίσαρος, (οὐ τοῦ Εὐσεβοῦς καλουμένου, ἀλλὰ τοῦ Οὐήρου).