Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ἦλθε δὲ πάλιν εἰς ἡμᾶς ὥς τινες περιττότερον τῶν προειρημένων πάντων πλανηθέντες καὶ περισσοτέρᾳ ἀλαζονείᾳ ἐννοίας ἀρθέντε ἐτόλμησαν εἰς ἀπορίαν διανοημάτων τραπῆναι καὶ εἰς βλάφημον ἔννοιαν ἐλθεῖν καὶ εἰπεῖν τὸν αὐτὸν Μελχισεδὲκ εἶναι τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ.

καὶ ὦ τῆς τῶν ἀνθρώπων ἀφυλάκτου ἐννοίας καὶ ἀπατωμένης καρδίας καὶ μὴ ἐχούσης στάσιν ἀληθείας. ἀπὸ τοῦ γὰρ τὸν ἀπόστολον λέγειν ἀπάτορα καὶ ἀμήτορα τὸν μελχισεδὲκ καὶ ἀγενεαλόγητον, διὰ τὸ ὑπέρογκον τῆς φράσεως πλανηθέντες τῇ ἐννοίᾳ οἱ τοιοῦτοι καὶ * διανοηθέντες τὰ * εἰς τὸν πατέρα τῶν ὅλων ἀναλογοῦντα ἐν ἑαυτοῖς ἀνετύπωναν βλασφημίας πλάνην.

ἀπὸ τοῦ γὰρ τὸν πατέρα τῶν ὅλων, θεὸν τὸν παντοζωῆς μήτε πατέρα ἔχειν μήτε μητέρα μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος (τοῦτο γὰρ <παρὰ> πᾶσιν ὡμολόγηται) ἀπεικάσαντες τούτῳ τὸν Μελχισεδὲκ διὰ τὸ περὶ αὐτοῦ οὕτω τὸν ἀπόστολον εἰρηκέναι εἰς ἀφροςύνης βλασφημέαν πεπτώκασι, μὴ νοήσαντες τὰ ἄλλα τὰ περὶ αὐτοῦ εἰρημένα.

περὶ γὰρ τοῦ Μελχισεδὲκ εἴρηται ὅτι »ἦν ἱερεὺς τοῦ ὑψίστου«. εἰ οὖν ὕψιστός ἐστιν οὗτος καὶ πατήρ, ἄρα ἑτέρου [*](4 Matth. 28, 19 — 6 I Kor. 12, 11 — 29 Gen. 14, 18 M U (bis πλανῆσαι Ζ. 13; S. 336, 14 — 337, 9 in U ausgelassen) 14 vgl. Cramer Cat. in ep. ad Hebr. 556, 3) [*](1 ἐφθέγγετο + οὖν U | ἐν] σὺν Μ 8 περὶ < U 9 λ;γει < U | ὅτι] οὔτε U | χαρίσμασιν + εἶπεν ὅτι < U | † δωρεῖται] etwa ἐμπολιτεύεται * 10 τὰ < Μ 11 αὐτοῖς συμβαίνοντα < U | ἀλλ’ U 12 αἵρεσιν < U 21 ὑπέρογγον Μ 22 * etwa <ἀνοήτως>* | * <εὶς τὸν μελχισεδὲκ εἰρημένα ὡς> * 26 <παρὰ> *)

337
ὑψίστου ὑπάρχων ἱερεὺς οὐκέτι αὐτὸς εἴη πατὴρ τῶν ὅλων, ἱερατεύων ἑτέρῳ ὑψίστῳ.

καὶ ὦ τῆς τῶν ἀνθρώπων χυδαιότητος τῆς τὰ ἀληθινὰ μὴ κατανοούσης, ἐπὶ τὰ πλάνα δὲ ἑαυτὴν τρεπούσης. τὸ πέρας γὰρ τῆς ἐπιλύσεως τοῦ παντὸς ζητήματος ὁ ἅγιος ἀπόστολος συναγαγὼν ἔφη »ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν« (δῆλον δέ· ἀλλὰ ἐξ ἑτέρων) »δεδεκάτωκε τὸν Ἀβραάμ«, καὶ πάλιν »ὅς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις καὶ ἱκεςίας ἐποιεῖτο, φηςί, πρὸς τὸν δυνάμενον αὐτὸν σῶσαι«· ὅτι δὲ <ὁ> πατὴρ σάρκα οὐκ ἐνεδύσατο δῆλον.