Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

9. Καὶ ὡς άταιος παςῶν αἱρέσεων ἡ διάνοια. ἰδοὺ γὰρ καὶ οὗτοι ἠρνήσαντο τὸν αὐτῶν δεσπότην τὸν »ἀγοράσαντα αὐτοὺς τῷ [*](4 Hebr. 7, 3 — 5 Hebr. 7, 6 — 20 Hebr. 7, 3 — 26f vgl. Apok. 5, 9) [*](M U) [*](1 αὐτοῦ U 2 δὲ 1 < U 4 ἀφομοιωμένος U 7 ἄλλων ἀνθρώπων U | τούτων + ἕνεκα U 8 τὸν κατάλογον] τὴν ὑπόμνησιν U | <ὧν> * 8f ὑπεμνήσθημεν U 9 [καὶ] * 12 λέγει < U 13 ἐπ’ αὐτὸ τοῦτο] ὑπ’ αὐτῶ τούτω U 14 εἰς ἱερωςύνην θεοῦ] υἱὸς θεοῦ U | δεῖ Corn.] δι’ MU 17 ὁδῶν <M 21 ἧσσον] ἐλάσσον U 22 μείζωνος M | καὶ 1 < U 24 καὶ αὐτοὶ ἡμεῖς < U 25 ὦ ματαία Μ 25f καὶ αὐτοὶ U)

335
ἰδίῳ αὐτοῦ αἵματι«, τὸν οὐκ ἀπὸ Μαρίας ἐναρξάμενον, ὡς αὐτοὶ νομίζουσιν,

ἀλλ’ ἀεὶ ὄντα πρὸς τὸν πατέρα θεὸν Λόγον, γεγεννημένον ἐκ τοῦ πατρὸς ἀνάρχως καὶ ἀχρόνως, ὡς πᾶσα γραφὴ διηγεῖται· ᾧ καὶ ειπεν ὁ πατήρ »ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν«, καὶ οὐχὶ τῷ Μελχισεδέκ.

εἰ μὲν γὰρ καὶ ἱερεὺς [ἐστι] τοῦ θεοῦ τοῦ ὑψίστου ἐν τῇ ἰδίᾳ γενεᾷ γεγένηται καὶ οὐκ ἔσχε διαδοχὴν μετ’ αὐτόν, ἀλλ’ οὐκ ἔστιν ἄνωθεν ἀπ’ οὐρανοῦ καταβάς.

οὐ γὰρ εἶπεν ἡ γραφὴ ὅτι »κατήνεγκε « ἄρτον καὶ οἶνον, ἀλλὰ »ἐξήνεγκεν« αὐτῷ τε καὶ τοῖς μετ’ αὐτοῦ, ὡς ἀπὸ τῶν βασιλέων ἀποδεξόμενος τὸν διερχόμενον πατριάρχην·

καὶ εὐλόγησεν αὐτὸν διὰ τὴν προσοῦσαν αὐτῷ δικαιοσύνην καὶ τὸ πιστὸν καὶ τὸ εὐλαβὲς τοῦ ἀνδρός, ὅτι ἐν ἅπασι δοκιμασθεὶς ἐν οὐδενὶ ἐξέπεσε τῆς δικαιοσύνης ὁ πατριάρχης, ἀλλὰ καὶ ἐν τούτῳ συνεργὸν ἔσχε τὸν θεὸν κατὰ τῶν † ἀληθῶς ἐπελθόντων τῇ τῶν Σοδομιτῶν χώρᾳ καὶ ἀφελομένων καὶ τὸν ἀδελφιδοῦν αὐτοῦ τὸν ἅγιον Λώτ, ὃν καὶ ἀπέστρεψε μετὰ τῆς πάσης σκυλεύσεως καὶ λαφυραγωγίας.