Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

4. Ἐπανελεύσομαι δὲ πάλιν εἰς τὰ προκείμενα, εἰς ἅπερ οὗτοι φαντάζονται περὶ τοῦ Μελχισεδέκ. ὅτι μὲν γὰρ ἅγιος ὁ δίκαιος ὑπῆρχε καὶ ἱερεὺς τοῦ θεοῦ καὶ βασιλεὺς τῆς Σαλὴν δῆλον, ἀλλ’ οὐ τῆς ἐν οὐρανῷ ὑπάρχων <τάξεως> καὶ ἀπ’ ούρανοῦ καταβεβηκώς·

»οὐδεὶς γὰρ ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου«, φηςὶν ὁ ἅγιος καὶ ἀψευδὴς θεὸς Λόγος.

τὴν δὲ τάξιν τοῦ Μελχισεδὲκ κηρύττουσα ἡ θεία γραφὴ καὶ τὸ πνεῦμα ῥητῶς διδάσκον τὴν μετάθεσιν ἔδειξε τῆς ἱερωσύνης ἀπὸ παλαιᾶς συναγωγῆς καὶ τοῦ * ἔθνους εἰς τῆς ἔθνος κάλλιστον καὶ ὑπέρτατον καὶ οὐ μετοχῇ σαρκὸς διαδοχῆς ἡνωμένον.

ὁ γὰρ Μελχισεδὲκ ὁ ἅγιος οὗτος οὐκέτι μετ’ αὐτ]ν διαδοχὴν ἔσχεν, ἀλλὰ ούδὲ ἀφαίρεσιν τῆς ἱερωσύνης. ἔμεινε γὰρ αὐτὸς ἱερεὺς τὸν πάντα χρόνον τῆς αὐτοῦ ζωῆς καὶ ἔτι ἐν τῇ γραφῇ ᾂδεται ἰερεύς, μηδενὸς αὐτ]ν διαδεξαμένου ἢ ἀνατρέψαντος τὴν κατὰ τὸν χρόνον τῆς αὐτοῦ ὑπηρεσίας ἱερωσύνην οὕτω καὶ ὁ κύριος ἡμῶν, οὐκ ὢν ἄνθρωπος,

ἀλλὰ θεοῦ ἅγιος θεὸς Λόγος, υἱὸς υἱὸς θεοῦ γεννηθεὶς ἀνάρχως καὶ ἀχρόνως, ἀεὶ σὺν π ατρὶ ὤν, γενόμενος δὲ δι’ ἡμῆς ἐκ Μαρίας ἄνθρωπος καὶ οὐκ ἀπὸ σπέρματος ἀνδρός, τὴν δὲ ἱερωσύνην * τῷ πατρὶ8 προσφέρει, ἐξ ἀνθρωπότητος τὸ φύραμα λαβών, ἵνα ὑπὲρ ἡμῶν ἱερεὺς καταστῇ

κατὰ τὴν τάξιν Μελχισεδέκ, τὴν μκὴ ἔχουσαν διαδοχήν. μένει γὰρ τὰ ὑπὲρ ἡμῶν εἰς τὸ διηνεκὲς δῶρα προσφέρων, πρῶτον μὲν ἑαυτὸν διὰ τοῦ σταυροῦ προσενέγκας, ἵνα λύςῃ πᾶσαν θυσίαν παλαιᾶς δια- [*](9 Joh. 3, 13 – 12f vgl. I Tim. 4, 1) [*](M U) [*](1 τὰ ἑκάστης ὑποθέσεως U 1f ἀπάτορας— λογισάμενοι < U |λογισαμένους?* 2 vor ὅροι + καὶ U 2 f εἰς οἰκοδομὴν *] καὶ οἰκοδομὴ M Y 4 ἐκ < Μ 5 κενοῖς*] καινοῖς MU 6 εἰς ἅπερ] ὡς U 7 ἅγιος ὁ < U 9 <τάξεως> * | ἀπὸ U 12 κηρύττουσα*] κρατοῦσα Μ κρατύνουσα U 12 [καὶ]?; so daß Κηρύττουσα ἡ θ. γρ. nom, abs. ware u. mit τὸ πνεῦμα der Nachsatz begänne * | πνεῦμα +<τὸ>?* 13 διδάσκων Μ 14 * <σαρκικοῦ>* | ἔθους u. ἔθος U 15 μετοχῇ σαρκὸς διαδοχῆς *] μετοχῆ σαρκὸς διαδοχῆ Μ μετέχον σαρκικῆς διαδοχῆς U 16 ἀλλ’ U | οὔτε U 19 τῶν χρόνων U | τῆς < U 19f ὑπηρεσίαν τῆς ἱερωσύτε?* |* etwa <ἀναδεξάμενος>* 27 διὰ τοῦ σταυροῦ < U | πᾶ σαν < U)

330
θήκης, τὴν ἐντελεστέραν [δὲ] καὶ ζῶσαν ὑπὲρ παντὸς τοῦ κόσμου ἱερουργήσας·

αὐτὸς ἱερεῖον, αὐτὸς θῦμα, αὐτὸς ἱερεύς, α’΄υτὸς θυσαιστήριον, αὐτὸς θέος, αὐτὸς ἄνθρωπος, αὐτὸς βασιλεύς, αὐτὸς ἀρχιερεύς, αὐτὸς πρόβατον, αὐτὸς ἀρνίον, τὰ πάντα ἐν πᾶσιν ὑπὲρ ἡμῶν γενόμενος, ἵνα ἡμῖν ζωὴ κατὰ πάντα τρόπον γένηται, καὶ ἱερωσύνης αὐτοῦ τὸ ἀμετάστατον ἑδραίωμα εἰς τοὺς αἰῶνας ἀπεργάσηται, οὐκέτι κατὰ τὰ σπερματικὰ καὶ τὰς διαδοχάς μερίζων, ἀλλὰ κατὰ τὸ δικαίωμα φυλάτσθαι ἐν πνεύματι ἁγίῳ δωρούμενος.