Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

3. Πρώτη γὰρ ἱερωσύνη ἐν ἀκροβυστίᾳ διὰ τοῦ Ἄβελ τελεῖται, ἀλλὰ καὶ καθεξῆς διὰ τοῦ Νῶε·

τρίτη δὲ διὰ τοῦ Μελχισεδέκ, τοῦ γεῖται, ἐξ ἄλλων δὲ γενεαλογεῖται.

πόσοι δὲ ἄλλοι οὐ γενεαλογοῦνται κατὰ τὸ φανερώτατον; Δανιὴλ Σεδρὰχ Μισὰκ Ἀβδεναγὼ Ἠλίας ὁ Θεσβίτης· ἐν πάσαις γὰρ ῥηταῖς βίβλοις οὐδαμοῦ ἐμφέρονται [*](1f II Kor. 10,5 – 6 vgl. Tit. 3,5 – 23 Hebr. 7,6) [*](M U) [*](1 ἤμελλεν U | τοῦ Ἀβραὰν <U | ἡ <Μ 2 τοῦ θεοῦ + διὰ τῆς γνώσεως U | ταπεινωθῇ] καθαίροιτο U 3 περὶ ἱερωσύνης U 4 θεοῦ <U 4–6 τῇ μὴ—παλιγγενεσίας <U 8 πάλιν εἶναι] lies παλαιωθῆναι?* 10 τῆ γραφῆ Μ 11 ἑπτὰ] ἑβδόμης U 12 τῆς περιτομῆς <U 13 ἐπιμένειν] ἵστασθαι U | τάγμα <U | μετατιθεμένης U | γὰρ] δὲ U 14 ἱερωσύνης U | ἥτις Ausgg.] εἴ τις Μ ὅπερ U 15f τῆς—παρουσίας] χριστοῦ U 19 τρίτον Μ 19–21 τοῦ οὐκ—ἱερατεύσαντος <U 22 θεοῦ <U 23 δηλώσει <U | γὰρ *] δὲ Μ <U 24 οὖν ὅτι <M 25 ἐξ ἄλλων δὲ γενεαλογεῖται <U 27 vor ἐν πάσαις + καί, dafür <γὰρ U)

328
τούτων οἱ πατέρες ἢ αἱ μητέρες. ἵνα μὴ διὰ τοῦτο πλάνη τις γένηται, οὐδὲν λυπήσει ἃ καὶ ἐν παραδόσεσι κατειλήφαμεν λέγειν.

εὑρήκαμεν γὰρ τοῦ Δανιὴλ τὸν πατέρα Σαβαάν τινα καλούμενον. τοῦ δὲ Ἠλία φύσει καὶ τὴν πατριαρχίαν ὡσαύτως ηὕραμεν, ἥντινα καὶ καθ᾿ εἱρμὸν ὑφηγήσομαι οὕτως·

Ἠλίας ὁ Θελσβίτης ἀδελφὸς γέγονεν Ἰωδαὲ τοῦ ἱερέως, ἐξ ἱερέων δῆθεν κλαὶ αὐτὸς ὑπάρχων, υἱὸς δὲ τοὺ Ἀχιναάμ· Ἀχιναὰμ δὲ υἱὸς τοῦ Σαδώκ, Σαδὼκ δὲ τοῦ Ἀχιτὼβ τοῦ Ἀμορία, Ἀμορίας υἱὸς [τοῦ Ἀμορία] τοῦ Ῥαζαζά, Ῥαζαζὰ τοῦ Ἀαζία, Ἀζία τοῦ Φινεές, Φινεὲς υἱὸς τοῦ Ἐλεάζαρ, Ἐλεάζρ υἱὸς τοῦ Ἀαρών, τοῦ ἱερέως δηλονότι· Ἀαρὼν υἱὸς τοῦ Ἀμράμ, Ἀμρὰμ τοῦ Καάθ, Καὰθ τοῦ Λευί, Λευὶ τρίτος υἱὸς τοῦ Ἰακώβ· Ἰακὼβ δὲ ἀδελφὸς μὲν Ἠσαῦ, παῖς δὲ τοῦ Ἰσαάκ, Ἰσαὰκ υἱὸς τοῦ Ἀβραάμ.