Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ἐξ αὐτῶν δὲ τῶν ῥητῶν ἡ αὐτῶν ἀνατροπὴ γίνεται. ὡς γὰρ λέγει περὶ τοῦ κυρίου ὁ Δαυὶδ προφητεύων, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερέα αὐτὸν καθίστασθαικ, ἐν ταὐτῷ ἔσεσθαι τὸν Χριστὸν ἱερέα διηγεῖται ἡ θεία γραφή.

εὑρίσκεται δὲ εὑθὺς λέγων * »ἀφομοιούμενος τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές«. εἰ δὲ ἀφομοιοῦται τῷ υἱῷ τοῦ θεοῦ, οὐκ ἴσος τυγχάνει τῷ υἱῷ τοῦ θεοῦ.

πῶς γὰρ δύναται τὸ δοῦλον εἶναι ἴσον τῷ δεσπότῃ; ὁ μὲν γὰρ Μελχισεδὲκ ἄνθρωπος ἦν, τὸ δέ »᾿απάτωρ, ἀμήτωρ« οὐ διὰ τὸ μὴ ἔχειν αὐτὸν πατέρα ἢ μητέρα λέγεται, ἀλλὰ διὰ τὸ μὴ ἐν τῇ θείᾳ γραφῇ

κατὰ τὸ φανερώτατον ἐπωνομάσθαι. πολλοὺς γὰρ ἐφαντασίασε τὰ βαθύτατα τῆς θείας γραφῆς καὶ ἔνδοξα καὶ ὑπεραίροντα διάνοιαν ἀνθρωπίνης φύσεως. οἱ μὲν γὰρ ἐν τῇ Πέτρᾳ τῆς Ἀραβίας, τῇ Ῥοκόμ τε καὶ Ἐδὼμ καλουμένῃ, τὸν Μωυσέα διὰ τὰ θεοσήμεια θαυμάζοντες προσκυνεῖν τὴν αὐτοῦ ποτε εἰκόνα ἀνατυπωσάμενοι † προσεκύνουν πεπλανημένοι, οὐ τοῦ δικαίου αἰτίου αὐτοῖς γενομένου, ἀλλὰ τῆς πλάνης αὐτῶν διὰ τοῦ δικαίου ἐν τῇ ἀγνοίᾳ φαντασίαν πράγματος αὐτοῖς συναγούσης.

ἐν δὲ τῇ Σεβαστείᾳ τῇ ποτὲ Σαμαρείᾳ καλουμένῃ, τὴν θγατέρα Ἰεφθάε θεοποιήσαντες ἔτι ταύτῃ τελετὴν κατ᾿ ἔτος ἄγουσιν.