Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

6. Πάλιν δὲ προφασίζεται λέγων ὄτι »ἐφη περὶ αὐτοῦ ὁ ἀπόστολος ὄτι μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς«,

καὶ οὐκ οἶδε πῶς πάλιν καθ᾿ ἑαυτοῦ ἐπεγείρει. ὁ γὰρ εἰπών »μεσίτης θεοῦ καὶ ἀνθρώπων, <ἀνθρωπος> Χριστὸς Ἰησοῦς« αὐτὸς ἐσαφήνισε λέγων »προορισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ«, καὶ πάλιν »γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον«.

τούτων δὲ ποιούμενος τῶν λέξεων τὴν ἀσφάλειάν φησιν »εἴπερ εἰσὶ λεγόμενοι θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, ἡμῖν δὲ εἶς θεός, ἐξ οὖ τὰ πάντα, καὶ εἶς κύριος Ἰησοῦς Χριστός,

δι᾿ οὖ τὰ πάντα <καὶ ἡμεῖς εἰς αὐτόν>«. εἰ δέ »δι᾿ οὖ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν«, οὐκ ἄρα ψιλὸς ἄνθρωπος εἴη ὁ μονογενής, ἀπὸ Μαρίας <ὤν> κσὶ δεῦρο, οὐδὲ ἀπὸ σπέρματος ἀνδρός. ἐπεὶ πῶς τὰ πάντα δι᾿ αὐτοῦ ἠδύνατο εἶναι, τὰ πρὸ αὐτοῦ γενόμενα κατὰ τὸν σοῦ λόγον, εἰ ψιλὸς ἦν ἄνθρωπος; ἤ πῶς εἴη εἰς αὐτὸν τὰ πάντα τὰ πρὸ αὐτοῦ ἐπιγνωσθέντα καὶ γενόμενα; καὶ ἐκ πανταχόθεν ἐξέπεσεν ἡ τούτου ληρῳδία.

Ἑν αὐτῷ δὲ τῷ διαλόγω ἄμα τήν τε περὶ αὐτοῦ γνῶσιν εἰπόντες καὶ τὴν ἀνατροπὴν καθ᾿ ἑκάστην λέξιν, ὑπερβησόμεθα κατὰ τὸ ἔθος τῆς ἀκολουθιίας, ὤστερ τι μέρος ἑρπετοῦ ἔτι σκαρίζοντος τῇ τῆς ἀληθείας ἐλπίδι καὶ πίστει πεπαικότες καὶ ἀνελόντες, τάς <τε> ἑξῆς διασκοπήσωμεν καὶ περιβλέπεσθαι τὰς θηριωδεστάτας αἱρέσεις σπεύσωμεν.

[*](1 Act. 7, 56 — 4 I Tim. 2, 5 — 8 Röm. 1, 4 — 10 Gal. 4, 4 — 11 I Kor. 8, 5f)[*](M U)[*](2 ἑστῶτα<Μ | ἐν δεξιᾶ U 5 μεσίτην Μ | ἄνθρωπος<U 7 <ἄνθρωπος>* 9 Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν U 10 ἐκ γυναικός, γενόμενος <U 13 <καὶ ἡμεῖς εἰς αὐτόν>* 13f εἰ δὲ δι᾿ οὖ τὰ πάντα] καὶ δι᾿ ὄν τὰ πάντα Μ 15 <ὤν> * | οὔτε U 16 τὰ πάντα δι᾿ αὐτοῦ] δι᾿ αὐτοῦ τὰ πάντα U | τὰ2 <U 17 εἰς αὐτὸν *] δι᾿ αὐτοῦ ΜU 18 τὰ2 <U 20 περὶ αὐτοῦ + <εἰς ἡμεῖς ἐλθοῦσαν> ?* 22 σκαλίζοντος Μ | σκαρίζοντος + <καταλιπόνες>?* 23 πεπαικότες] πεποιηκότες Μ | τὰς <Μ | <τε> * 24 περιβλέπτεσθαι Μ 25 Unterschift κατὰ Θεοδοτιανῶν λݲδݲ ἤ καὶ νݲδݲ Μ)
324