Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εἶτα μετὰ ταῦτα »καὶ ὁ Λόγος σὰρξ ἐγένετο«· καὶ οὐκ εἶπε »τὸ πνεῦμα σὰρξ ἐγένετο«, οὐδὲ εἶπε »Χριστὸς ἄνθρωπος ἐγεννήθη«.

πάντῃ γὰρ ἀσφαλιζομένη ἡ θεία γραφὴ θεὸν καὶ ἄνθρωπον αὐτὸν ἐπίσταται· θεὸν ἀπὸ θεοῦ ἄνωθεν ἤκοντα, ἄνθρωπον δὲ ἀπὸ Μαρίας ἄνευ σπέρματος ἀνδρὸς γεγεννημένον. τῶν δύο τούτων ἀληθινῶν ὁ ἐκτὸς βαίνων οὐχ ὑπάρχει τῆς ἀληθείας.

4 Προφασίεται πάλιν ὁ τάλας Θεόδοτος λέγων »ὄτι καί ὁ Ἱερεμίας περὶ αὐτοῦ ἔφη ὄτι ἄνθρωπός ἐστιν, καὶ τίς γνώσεται αὐτόν;« καὶ οὐκ οἶδεν <ὁ> ἑαυτὸν τῆς ἀληθείας ἀποξενώσας ὄτι, ὡς ἔφην,

ἑκάστη λέξις ἔχει τὴν ἑαυτῆς δύναμιν τῆς ἑρμηνείας. ὁ γὰρ ἄνθρωπος ὤν πάντως ὑπὸ πολλῶν γινώσκεται τῶν αὐτὸν γινωσκόντων· φημὶ δὲ πατρὸς καὶ μητρός, ἀδελφῶν τε καὶ συγγενῶν, συσκήνων τε καὶ γειτόνων, πολιτῶν τε καὶ οἰκετῶν.

ἐνταῦθα δὲ ἡ γραφὴ τὸ θαυμαστὸν διηγουμένη τῆς ὅλης αὐτοῦ πραγματείας ἄνθρωπον μὲν ἔφη διὰ τὴν ἔνσαρκον παρουσίαν, τῷ δέ »τίς γνώσεται αὐτόν« ἐσήμανε περὶ τῆς αὐτοῦ θεότητος τῆς ἀκαταλήπτου.

ἐπειδὴ γάρ »οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ καὶ τὸν πατέρα οὐδεὶς οἶδεν εἰ μὴ ὁ υἰὸς καὶ ᾦ ἐὰν ἀποκαλυψῃ«, οὐδεὶς οὖν γνώσεται αὐτόν, ἐὰν μὴ <αὐτὸς> αὐτῷ ἀποκαλύψῃ.

ἀποκαλύπτει δὲ διὰ ἁγίου πνεύματος τοῖς αὐτοῦ δούλοις τὴν αὐτοῦ καὶ τὴν τοῦ αὐτοῦ πατρὸς θεότητα καὶ δόξαν καὶ τὴν αὐτοῦβ ζωὴν αἰώνιον τὴν μέλλουσαν καὶ τὰ αὐτοῦβ μυστήρια καὶ διδασκαλίαν καὶ τὴν αὐτοῦ δι᾿ ἡμᾶς ἔνσαρκον ἀληθῆ παρουσίαν, ὄτι θεὸς ἄνωθεν καὶ ἄνθρωπος ἀπὸ Μαρίας.

[*](6 Joh. 1, 1. 3 — 8 Joh. 1, 14 — 14f vgl. Ancoratus c. 32, 3ff; I 41, 10ff — 14 Jer. 17, 9 — 24 Matth. 11, 27 )[*](M U)[*](2f ἐπελεύσεται ἐπὸ σέ Μ 4 ὄτι]ἔτι Μ 4f ὁ λόγος ἐλθὼν Μ 5 ὁ2 <U 12 τῶν + δὲ Μ 14 ὁ2 <Μ 15 ἐστιν <Μ | αὐτόν] αὐτοῦ U 16 <ὁ>* 17 τῆς ἑαυτῆς δυνάμεως τὴν ἑρμηνείαν U 17f ἄνθρωπος + <ψιλὸς>?* 22 τῷ] τὸ U | δέ« τίς *] τίς δὲ ΜU 25 ᾦ] ὅ U 26 <αὐτὸς>* | δι᾿ Μ)
322

5. Eἶτα ὁ αὐτός φησι πάλιν Θεόδοτος ὅτι »καὶ Ἠσαΐας περί αὐτοῦ ἔφη ὄτι ἄνθρωπός ἐστιν, οὔτως εἰπών· ὄτι ἄνθρωπος εἰδὼς φέρειν μαλακίαν· καὶ εἴδομεν αὐτὸν ἐν πληγῇ καὶ ἐν κακώσει καὶ ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη«. ἀλλὰ οὐκ οἶδε πῶς πάλιν ἐλέγχεται ὁ κτηνήδης.

ἐν αὐταῖς γὰρ ταῖς λέξεσιν Ἠσαΐας οὔτως εἶπεν »ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· οὔτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη«.

εἶτά φησιν »τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται, ὄτι αἴρεται ἀπὸ ἀνθρώπων ἡ ζωὴ αὐτοῦ«, καὶ οὐκ εἶπεν »αἴρεται ἡ ζωὴ <ἀπ᾿> αὐτοῦ«, ἀλλά »ἀπὸ ἀνθρώπων«.

ἀεὶ γὰρ ὁ Λόγος ζῶν ἐστιν ὑπάρχων τε καὶ τὸ ζῇν ἀφ᾿ ἑαυτοῦ ἔχων καὶ ζωὴν τοῖς αὐτὸν ἠγαπηκόσι διδούς· ἐξ ἀνθρώπων μὲν ἡ ζωὴ αὐτοῦ ἤρθη, * ἀφ᾿ ἑαυτοῦ ζωὴ ὤν. »ζῶν γὰρ ὁ Λόγος« καὶ πᾶσι ζωὴν παρέχων τοῖς ἐπ᾿ αὐτὸν ἐλπίσασιν ἐν ἀληθείᾳ. καὶ τό »τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;«