Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

οὗτος δὲ Χριστὸν ἀρνησάμενος καὶ παραπεσὼν τοῦ σκοποῦ τῆς ἀληθείας ἐν παρεκβάσει γεγένηται, καὶ ἀπὸ αἰσχύνης πολλῆς ὑπὸ πολλῶν ὀνειδιζόμενος ἀπέδρασε τῆς ἑαυτοῦ πατρίδος καὶ ἀναβὰς εἰς ῾Ρώμην ἐκεῖσε διέτριβεν.

ἐπιγνωσθεὶς δὲ ὑπὸ τῶν ἐν ῾Ρώμῃ, πάλιν ἐκεῖ τῷ αὐτῷ ὀνείδει ὑπέπεσε διὰ τὸ ἐγκαλεῖσθαι αὐτὸν ὑπὸ τῶν αὐτὸν εἰδότων ἕνεκεν τῆς πολυμαθίας, ὅτι ἀνὴρ πολυμαθὴς ὢν ἐξέπεσε τῆς ἀληθείας.

εἰς ἑαυτοῦ δὲ δῆθεν κακὴν ἀπολογίαν ἐπινενόηκε τουτὶ τὸ καινὸν δόγμα, φήσας ὅτι »θεὸν ἐγὼ οὐκ ἠρνησάμην, ἀλλὰ ἄνθρωπον ἠρνησάμην«. εἶτα ἐρωτώμενος »ποῖον ἄνθρωπον« ἀπεκρίνατο λέγων »Χριστὸν ἠρνησάμην ἄνθρωπον«.

Ἐντεῦθεν οὕτως ἑαυτῷ ἐδογμάτισε | δόγμα καὶ οἱ ἀπ᾿ αὐτοῦ συσταθέντες Θεοδοτιανοί, ψιλὸν ἄνθρωπον φάσκοντες εἶναι τὸν Χριστὸν καὶ ἐκ σπέρματος ἀνδρὸς γεγεννῆσθαι.

εἶτα εἰς κακὴν ἑαυτοῦ ἀπολογίαν ὅσαπερ χρήσιμα εὗρεν (οὐχ ἁγνῶς οἰόμενος, ἀλλὰ προφάσει τῆς αὐτοῦ παρεκτροπῆς ταῦτα ἑαυτῷ ἐπισωρεύων) συνήγαγεν, »ὅτι, φησίν, ὁ Χριστὸς ἔφη· νῦν δέ με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα«. ὁρᾷς, φησίν, ὅτι ἄνθρωπός ἐστιν.

2. ἀλλ᾿ οὐκ ἔγνω ὁ τάλας ὅτι ἐν ταὐτῷ ὁ κύριος λέγει »τὴν ἀλή- θειαν, ἣν ἤκουσα παρὰ τοῦ πατρός μου«. πατέρα δὲ ἑαυτοῦ λέγει [*](15f zu ψιλὸν ἄνθρωπον vgl. Hippolyt refut. VII 35, 2; S. 222,5f Wendland τὸν μὲν Ἰησοῦν εἶναι ἄνθρωπον X 23; S. 282, 4 εὖναι δὲ τὸν Χριστὸν κοινὸν ἄνθρωπον πᾶσιν Eusebius h. e. V 28, 6; S. 502, 5 πρῶτον εἰπόντα ψιλὸν ἄνθρωπον τὸν Χριστόν Ps. Tertullian adv. omn. haer. 8 Christum hominem tantum- modo — zu ἐκ σπέρματος ἀνδρός; anders Hippolyt refut. VII 35, 2; S. 222, 6 Wendland ἐκ παρθένου γεγενημένον X 23, 1; S. 282, 5f ὅτι κατὰ βουλὴν θεοῦ γεγένηται ἐκ παρθένου, ἐπισκιάσαντος τοῦ ἁγίου πνεύματος, οὐκ ἐν παρθένῳ σαρκωθέντα u. Epiph. selbst unten c. 3,5; S. 320, 12f — 16ff vgl. Filastrius haer. 50,3; S. 26, 27ff Marx (schöpft aus Epiph.) isti utuntur capitulis scripturarum quae de Christo veluti de homine edocent; quae autem ut de deo dicunt, ea vero non accipiunt, legentes et nullo modo intelligentes — 19 Joh. 8, 40 — 21f Joh. 8,40) [*](M U) [*](1 [μετὰ (ἀπὸ M) πλειόνων]* | ὑπὲρ] περὶ?* 6 τὴν ἑαυτοῦ πατρίδα M 7 ἐπιγνωσθεὶς δὲ ὑπὸ τῶν] ὑπό τινος δὲ ἐπιγνωσθεὶς τῶν U | καὶ πάλιν καὶ ἐκεῖ U 7f ὑποπίπτει U 8 ἐκκαλεῖσθαι U 9 ὢν *] πῶς M U 9f εἰς ὑαυτὸν M 10 δὲ] τε? * 16 γεγενῆσθαι U | αὐτοῦ M 18 ἑαυτοῦ U 21 κύριος] Χριστὸς U 22 πατέρα] παρὰ Μ | ἑαυτοῦ] σαυτοῦ Μ)

319
τὸν θεόν· οὐ γὰρ ἄνθρωπον.

εἰ γὰρ παρὰ ἀνθρώπου ἀκήκοεν, οὐκ ἐκαυχᾶτο τῇ μαρτυρίᾳ τῆς ἀληθείας, λέγων παρὰ ἀνθρώπων τὴν ἀλήθειαν ἀκηκοέναι· ἀλλ᾿ ἴνα σημάνῃ θεὸν αὐτὸν ὄντα ἐκ πατρὸς ἄνωθεν γεγεννημένον, ἄνθρωπον δὲ δι᾿ ἡμᾶς γενόμενον καὶ ἐν σαρκὶ ἀποκτανθέντα, ἐν θεότητι δὲ ἀεὶ ζῶντα.

Εἶτά φησι μηδὲ ἁμαρτίαν πεποιηκέναι ἀρνησάμενον τὸν Χριστόν, »αὐτοῦ, φησί, τοῦ Χριστοῦ εἰπόντος· πᾶσα βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις«, καὶ »ὁ λέγων λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου ἀφεθήσεται αὐτῷ· τῷ δὲ βλασφημοῦντι εἰς τὸ ἄγιον πνεῦμα, οὐκ ἀφεθήσεται αὐτῷ«.

καὶ ἀγνοεῖ ὁ ἐλεεινὸς ἄνθρωπος ὄτι βουλόμενος ὁ κύριος προασφαλίσασθαι τὴν σωτηρίαν τῶν ποτὲ αὐτὸν βλασφημησάντων καὶ ἐπανακαμπτόντων εἰς μετάνοιαν, ἴνα μὴ ὁρίσῃ αὐτοῖς καταδίκην, τὸν λόγον προθεσπίζει, δι᾿ ὑπερβολὴν πρᾳότητος καὶ φιλανθρωπίας

καὶ διὰ τὸ εἰδέναι αὐτὸν μέλλοντάς τινας ἐπανίστασθαι καὶ βλασφημεῖν τὸ ἄγιον πνεῦμα καὶ ἐν τάξει δούλου αὐτὸ ὁρίζεσθαι καὶ κτιστὸν καὶ ἀλλότριον τῆς τοῦ θεοῦ οὐσίας.

διὸ ἐπασφαλιζόμενός φησιν »ὁ δὲ βλασφημῶν εἰς τὸ πνεῦμα τὸ ἄγιον, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐνταῦθα οὔτε ἐν τῷ μέλλοντι αἰῶνι«, οὐκ ἐπαινῶν τοὺς βλασφημοῦντας αὐτόν, ἀλλὰ τὴν αὐτοῦ πρόγνωσιν καὶ τὴν αὐτοῦ φιλανθρωπίαν δεικνύς, προασφαλιζομένην τὴν σωτηρίαν τῶν ἀπὸ βλασφημίας αὐτοῦ μετανοούντων.

αὐτὸς γὰρ πάλιν φησίν »ὁ ἀρνησάμενός με ἔμπροσθεν τῶν ἀνθρώπων ἀρνηθήσεται ἐνώπιον τοῦ πατρός μου«, καὶ πάλιν »ἀρνήσομαι αὐτόν«, καὶ πάλιν »ὁ ὁμολογῶν ἐν ἐμοί, ὁμολογήσω αὐτὸν ἐνώπιον τοῦ πατρός μου«.