Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εἰ δὲ δόξειέ τινα, ὡς καὶ τοῦτο λέγουσιν, ἐν παραπτώματι γενέσθαι, οὐκέτι τοῦτον συνάγουσι· φά- σκουσι γὰρ αὐτὸν <εἶναι> τὸν Ἀδὰμ τὸν βεβρωκότα ἀπὸ τοῦ ξύλου καὶ κρίνουσιν ἐξεοῦσθαι ὡς ἀπὸ τοῦ παραδείσου τοῦτον ἐκ τῆς αὐτῶν ἐκκλησίας. ἡγοῦνται γὰρ τὴν ἑαυτῶν ἐκκλησίαν εἶναι τὸν παράδεισον καὶ αὐτοὺτς εἶναι τοὺς περὶ Ἀδὰμ καὶ Εὔαν.

τίνι οὖν τῷ λόγῳ ὑποκαίουσι τὸν οἰκίσκον, ἵνα μὴ τὸ κρύος αὐτῶν ἐφάψηται; Ἀδὰμ γὰρ καὶ Εὔα οὐκ ἐν ὑποκαύστῳ οἴκῳ τὴν δίαιταν εἶχον οὔτε ἐν φλογμῷ τινι ὑπεπιέζοντο οὔτε κρύος αὐτοὺς ἐφόρτου.

ἦν δὲ αὐτοῖς ἀὴρ καθαρώτατος καὶ <μετὰ> πάσης εὐκρασίας εὐτάκτως ἐκ θεοῦ μεμετρημένος, οὔτε ἀπηνότητι ψυχρίας τετονωμένος οὔτε ἀηδεστάτῃ ἐκπυρώσει καύσωνος ἐπηρτημένος, διαίτῃ δὲ ἀμβροσίᾳ <εὖ> μάλα ἐκ θεοῦ πεποιημένῃ ὁ χῶρος ἐτέτακτο, θυμηδίας καὶ εὐζωΐας ἐμπε- πλησμένος, καὶ οὔτε ῥίγει ὑπέπιπτον οὔτε καύσωνι, ὡς ἔφην. τούτων δὲ τοιούτων ἐπιδεομένων δήλη παρ᾿ αὐτοῖς ἡ χλεύη γίνεται.

3. Εἶτα δὲ καὶ τὸ ἕτερον σκοπήσωμεν, πῶς ἡ πᾶσα πλάνη διε- λέγχεται, ὅτι οὐ μίαν ὥραν ἐκεῖνοι γυμνοὶ ἦσαν, ἀλλὰ διηνεκῶς »καὶ οὐκ ᾐσχύνοντο«. τούτοις δὲ οὐ διὰ τὸ μὴ αἰσχύνεσθαι ἡ γύμνωσις, κἄν τε οὕτως αὐτοὶ νομίσωσιν, ἀλλ᾿ ἕνεκεν ἀκορέστου ἡδονῆς, κόραις ὀφθαλμῶν ἐμποιούσης τὴν θέλξιν.

ἀφῄρηται γὰρ ἀπ᾿ αὐτῶν ἡ αἰδὼς ἡ ἐν πάσαις ἁγίαις γραφαῖς ἐπαινουμένη καὶ ἀληθῶς πεπλήρωται τὸ παρὰ τῷ προφήτῃ εἰρημένον, τό »ὄψις πόρνης ἐγένετό [*](2ff Nacktheit im Gottesdienst vgl. haer. 26, 3, 7; I 282, 17 dazu Weinhold z. Gesch. d. heidn. Ritus Abh. Berl. Akad. 1896 Heckenbach de nuditate sacra 1911 S. 8ff — 25 vgl. Gen. 3, 1 — 29 Jer. 3, 3) [*](M U) [*](1 τὰς θύρας Μ 4 πάντες < U | ὡς + οἱ Μ 5 καθέζονται *] καθεζόμενοι Μ U; viell. besser <I 441, 19ff) [*](M U) [*](2 ἔστιν + τὸ U 3 <εἶς θεός> * καὶ <U 5 ὥσπερ Μ 8 πάλιν <U 9 <ὅπως> * 10 ἑκάστης Μ | * <َҏϏŎҏŎࠏ < Μ | <μετὰ> * 18 ἀπενώτητι Μ 19 ἀμβρωσία Μ U | <εὖ> * 20 θυμηδείας Μ 20 f ἐμπεπλησμένος Corn.] πεποιημένος Μ U 22 δήλη *] μάλα Μ U 23 εἶτα δὲ] εἰ τὸ δὴ Μ | πᾶσα] ἅπασα Μ 26 ἕνεκα U 27 ἀπῆρται Μ | ἀπ᾿] ἐξ Μ 28 αἰδὼ U)

314
σοι, ἀπηναισχύντησας πρὸς πάντας«.

μετὰ δὲ τὴν ὥραν ἐκείνην ἔξω ἱματίοις ἀμφιέννυνται καὶ οὐκέτι εἰσὶν ὁ Ἀδάμ, οὔτε γὰρ εὐθὺς ἐκεῖνος καὶ ἡ αὐτοῦ γυνὴ ἱματίων ηὐπόρησαν, ἀλλὰ πρῶτον μὲν φύλλα συκῆς ἑαυτοῖς ἔρραψαν, ἔπειτα δὲ χιτῶνες δερμάτινοι αὐτοῖς ἐδόθησαν καὶ οὕτως μετὰ πολὺν χρόνον τῆς αὐτῶν ζωῆς »ἡ παμποίκιλος τοῦ θεοῦ« σοφία τὴν εἴδησιν αὐτοῖς ἐνέβαλε τῶν ἀμφίων.

καὶ κατὰ πάντα τρόπον οὗτοι χλευασθήσονται, λέγοντες ἑαυτοὺς εἶναι τοὺς περὶ Ἀδάμ, καταψευδόμενοι ἑαυτῶν καὶ ἅμα ἀληθεύοντες.

ὅτι μὲν γὰρ οὗτοι Ἀδὰμ οὐχ ὑπάρχουσι, τοῦτο δῆλον ἐκ πολλῶν τεκμηρίων, ὡς καὶ ὑπεδείξαμεν· ὅτι δὲ ὑπὸ τοῦ νοητοῦ ὄφεως ἐμπαίζονται, τοῦτο δῆλον διὰ τῆς παραπεποιημένης αὐτῶν σχηματουργίας καὶ γυμνώσεως καὶ αἰσχύνης καὶ χλεύης.