Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὅτε δὲ γέγονε τὸ κέλευσμα Αὐγούστου τοῦ βασιλέως καὶ ἀνάγκην ἔσχον οἱ διεσκορπισμένοι κατὰ τὰ αὐτῶν γένη ἐλθεῖν εἰς τὸν τόπον ἵνα ἀπογραφῶσιν, ἐπιρρέοντα τὰ πλήθη ἐνέπλησε τὸν τόπον καὶ οὐκ ἦν τόπος ἐν τῷ καταλύματι διὰ τὴν συνέχειαν.

λοιπὸν δὲ μετὰ τὴν ἀπογραφὴν ἀπῆλθεν ἕκαστος ὅποι γῆς τὴν καταμονὴν τῆς κατοικήσεως εἶχε· διὸ καὶ πλάτος ἐτύγχανεν ἐν τῇ γῇ.

ἐρχόμενοι δὲ ὡς εἰπεῖν μνήμης ἕνεκα τῶν ἐκεῖ γεγενημένων <τοῦ> πρώτου ἐνιαυτοῦ τελεσθέντος καὶ τοῦ δευτέρου πληρωθέντος ἦλθον οἱ γονεῖς ἐκεῖσε ἀπὸ τῆς Ναζαρὲτ ὡς εἰς τὴν πανήγυριν ταύτην.

διὸ καὶ ἡ ἔλευσις τῶν μάγων γεγένηται κατὰ τὴν τοιαύτην συγκυρίαν οὐκέτι ἴσως πη ἐν τῃ καταλύσει τότε τῆς Μαρίας καὶ Ἰωσὴφ διὰ τὴν τῆς ἀπογραφῆς παρουσίαν τῇ ὑπὸ τοῦ Λουκᾶ εἰρημένῃ. οὐ γὰρ ηὗρον τὴν Μαριὰμ ἐν τῷ σπηλαίῳ, ὅπου ἐγέννησεν· ἀλλὰ ὡς ἔχει τὸ εὐαγγέλιον, ὅτι ὡδήγει αὐτούς, φησίν,

ὁ ἀστὴρ ἄχρι τοῦ τόπου οὗ ἦν ἐκεῖ τὸ παιδίον.καὶ εἰσελθόντες​​​​​​​​​​​​​​​​​​​​​ ​​θόντες εἰς τὸν οἶκον ηὗρον τὸ βρέφος μετὰ Μαρίας, οὐκέτι ἐν φάτνῃ οὐκέτι ἐν σπηλαίῳ, ἀλλὰ ἐν οἴκῳ· ἵνα γνωσθῇ τῆς ἀληθείας ἡ ἀκρί- [*](1 ἐν σπηλαίῳ vgl. Panarion Christentum 1,4; I 228, 6 πεπιτμηθέντα ἐν τῷ σπηλαίᾳ — 2 ff vgl. haer. 30, 25, 7; I 367, 3ff — 5f vgl. Luk.2, 4 mit Joh. 7, 42 — 7 vgl. Luk. 2, 1 — 14 vgl. die deutlichere Stelle Panarion Christentum 1, 4f; I 228, 9ff ἐλθόντα τῷ ἑξῆς ἐνιαυτῷ ὀφθῆναι ἐνώπιον κυρίου εἰς Ἱερουσαλήμ, γενόμενόν τε ἐν Βηθλεὲμ διὰ τὴν συγγένειαν ὑπὸ τῆς μητρὸς βασταζόμενον, αὖθισ πάλιν εἰς Ναζαρὲτ ἀπενεχθέντα καὶ κατὰ δευτέραν περίοδον ἐνιαυτοῦ εἰς τὰ Ἱεροσόλυμα καὶ Βηθλεὲμ ἐληλυθότα, βασταζόμενον ὡσαύτως ὑπὸ τῆς ἰδίας μητρός — 17ff vgl. Panarion Christentum 1, 5; I 228, 14 ἐν οἰκίᾳ κατελθόντα — 21 Matth. 2, 9 11) [*](M U) [*](1 ἐν2 < M 3f ἐπὶ τὰ] ἔπειτα M 4f ἐμβηθλεὲμ U 5 τῶν ἀντιγράφων] ἀντιγράφων U 6 φάσκει] καλοῦσιν U 8 τοῦ βασιλέως Αὐγούστου M 8f κατὰ τὰ Pet.] κατὰ, < τὰ M καὶ τὰ U 9 ἐπιρέοντα U 14 <τοῦ>* | καὶ + <αὖθις> ?* 15 ἐκεῖθεν M | Ναζαρὲθ M 17 vor κατὰ + καὶ U | πη *] τῆ MU | ἐν τῇ < U 18 διὰ—παρουσίαν] διὰ τὴν ἀπογραφὴν U 19 ηὗραν U 20f φησὶν αὐτοὺς U 22 εὗρον U 23 ἀλλ᾿ U)

261
βεια καὶ τοῦ χρόνου τῶν δύο ἐτῶν τὸ διάστημα, τουτέστιν ἐξότου ἐγεννήθη ἕως ὅτε παρεγένοντο οἱ μάγοι.

καὶ κατ᾿ ἐκείνην τὴν νύκτα μετὰ δύο ἔτη τῆς γεννήσεως ὤφθη ὁ ἄγγελος καὶ εἶπε παραλαβεῖν τὴν μητέρα καὶ τὸ παιδίον εἰς γῆν Αἰγύπτου. διὸ οὐκέτι Ἰωσὴφ ἀνακάμπτει εἰς Ναζαρέτ, ἀλλὰ ἀποδιδράσκει ἅμα τῷ παιδὶ καὶ τῇ μητρὶ αὐτοῦ εἰς Αἴγυπτον καὶ ἄλλα δύο ἔτη ποιεῖ ἐκεῖδε· καὶ οὕτως πάλιν ὁ ἄγγελος μετὰ τὴν τοῦ Ἡρῴδου τελευτὴν * ἐπιστρέφει ἐπὶ τὴν Ἰουδαίαν.

10. Τῴ γὰρ τριακοστῷ τρίτῳ τοῦ Ἡρῴδου γεννᾶται ὁ κύριος, τριακοστῷ πέμπτῳ ἦλθον οἱ μάγοι, τριακοστῷ ἑβδόμῳ ἔτει τελευτᾷ ὁ Ἡρῴδης καὶ διαδέχεται Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ τὸ βασίλειον, ποιήσας ἔτη ἔννέα βασιλεύων, καθάπερ μοι ἤδη ἐν ἄλλοις τόποις εἴρηται.