Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εἶτά φησιν »ἐγένετο ἐν ἠμέραις Ἡρῴδου τοῦ βασιλέως ἐξ ἐφημερίας Ἀβιὰ τοῦ ἀρχιερέως ἱερεύς τις ὀνόματι Ζαχαρίας καὶ γυνὴ αὐτῷ ἐκτῶν θυγατέρων Ἀαρών, ᾗ ὄνομα Ἐλιςάβετ«.

καὶ ἄρχεται πρὸ τοῦ Ματθαίου· ὁ μὲν γὰρ Ματθαῖος ἐσήμανε τριακονταετῆ χρόνον ἀπ᾿ ἀρχῆς, ὁ δὲ Μάρκος τὰ μετὰ τὰ τριάκοντα ἔτη ἔτατεν, τὴν ἐν τῷ Ἰορδάνῃ γενομένην ἐν ἀληθείᾳ πραγματείαν, ὅμοια τῷ Ματθαίῳ καὶ τῷ Λουκᾷ.

ὁ δὲ ματθαῖος ἀπὸ τριακονταετοῦς χρόνου πρὸ τῆς ἐν τῷ Ἰορδάνῃ καὶ τοῦ βαπτίσματος πραγματείας τὸ διήγημα ἐποιεῖτο· Λουκὰς δὲ πρὸ τοῦ χρόνου τοῦ συλληφθῆναι τὸν σωτῆρα ἐν γαστρὶ ἀπὸ ἕξ μηνῶν τὸν χρόνον ἐδήλου, καὶ ἐννέα μηνῶν πάλιν καὶ ὀλίγων ἡμερῶν τῆς συλλήψεως τοῦ κυρίου, ὡς εἶναι τὸν πάντα χρόνον τριάκοντα ἕν ἔτος και ἐπέκεινα.

διηγεῖται δὲ καὶ τὴν τῶν ποιμένων διὰ [τὴν] τῶν εὐαγγελισαμένων ἀγγέλων θεοπτίαν, καὶ ὡς ἐγεννήθη ἐν Βηθλεὲμ καὶ ἐσπαργανώθη ἐν φάτνῃ καὶ τῇ ὀγδόῃ περιετμήθη, καὶ ὡς ἐν τεσσαράκοντα ἡμέραις κατὰ τὸν νόμον προσφορὰν ὑπὲρ αὐτοῦ ἐπετέ- [*](3 vgl. Luk. 1,2 – 6 Luk. 1,1 – 8 Luck. 1, 3f – 10f vgl. Origenes m Luc. hom. 1; V 90 Lommatzsch – 14 Luk. 1, 5 – 22f vgl. Luk. 1, 26 – 26 f vgl. Luk. 2,8 – 27 f vgl. Luk. 2, 4. 7. 21 – 28 vgl. Luk. 2, 22 ff) [*](M U) [*](1 ἐπιλαβέσθαι Μ |δὲ * 2 ἡγήσεται Μ U 3 ἐπὶ τὰ ἄνω ἀναφέρει τὸ ἔργον *, vgl. S. 261,[29 u. 262, 18] ἐπὶ τὰ ἄνω ἀναφέρετον ἐργάζεται Μ ἔπειτα ἀνωφερῆ τὸν λόγον ἐργάζεται U 11 ἵνα ἐπιγνῷς * 14 τὴν ἀκρίβειαν. εἶτά φησιν *] εἶτα τὴν ἀκρίβειάν φησιν Μ U 15 τοῦ ἀρχιερέως ἱερεύς] ἀρχιερεὺς Μ 17 πρὸ] ἀπὸ Μ 18 ἀπ᾿ άρχῆς] ὑπάρχειν U | τὰ * 19 προσφόρια U)

258
λουν καὶ ὡς ὁ Συμεὼν <αὐτὸν> ἐν ἀγκάλαις ἐδέκετο καὶ ὡς Ἄννα ἀνθωμολγεῖτο θυγάτηρ Φανουήλ, καὶ ὡς ἐν Ναζαρὲτ ἀπῄει καὶ ὡς κατ ἔτος ἀνῄει εἰς Ἱερουσαλὴμ ἄμα τοῖς γουεῦσι τελοῦσιν ὑπὲρ αὐτοῦ τὰ κατὰ τὸν νόμον, ὦν οὐδὲν τῷ Ματθαίῳ ἐπείργασται οὐδὲ τῷ Μάρκῳ ἀλλὰ μὴν οὐδὲ τῷ Ἰωάννῃ.