Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ ἐγερθείς, φησίν, ἀπὸ τοῦ ὕπνου ἐποίησεν οὕτως ὁ Ἰωσὴφ καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτήν, ἔως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

τοῦ δὲ Ἰησοῦ γεννηθέντος, φησίν, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱερουσαλὴμ λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ τὸν ἀστέρα αὐτοῦ ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ«.

ποῦ οὖν ἡ πραγματεία τοῦ Ζαχαρίου, ποῦ τὰ τῷ Λουκᾷ πεπραγματευμένα; ποῦ ἡ ὀπτασία τοῦ ἀγγέλου; ποῦ ἡ προφητεία Ἰωάννου τοῦ βαπτιστοῦ; ποῦ ἡ τοῦ Ζαχαρίου ἐπιτίμησις, τοῦ μὴ δύνασθαι αὐτὸν λαλεῖν ἄχρις οὗ γένηται τὰ ὑπὸ τοῦ ἀγγέλου λελαλημένα;

ποῦ τὰ ὑπὸ τοῦ Γαβριὴλ τῂ παρθένῳ λεχθέντα; ποῦ ἡ παράστασις τῆς ἀσφαλείας, [τῆς] μετὰ συνέσεως τῆς Μαρίας αὐτῷ τῷ ἀγγέλῳ ἀποκριθείσης, ὡς ἠρώτα λέγουσα »πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;« καὶ ἡ μετὰ ἀκριβείας καθρὰ ὑφήγησις, ὡς εἶπεν αὐτῇ »πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι;«

6. Τί οὖν ἐροῦμεν; ἐπεὶ μὴ κατήγγειλεν ὁ Ματθαῖος τὰ ὑπὸ τοῦ Λουκᾶ ῥηθέντα, ἄρα ἀσύμφωνος εἴη ὁ ἅγιος Ματθαῖος πρὸς τὴς ἀλήθειαν; ἢ οὐκ ἀληθεύει ὁ ἅγιος Λουκῆς, εἰπὼν <οὐδὲν> περὶ τῶν πρώτων τῷ Ματθαίῳ πεπραγματευμένων;

οὐχὶ ἑκάστῳ ἐμέρισεν ὁ θεός, ἵνα οἰ τέσσαρες εὐαγγελισταὶ ὀφείλοντες κηρῆξαι εὕρωσιν ἕκαστος τί ἐργάσωνται καὶ τὰ μὲν συμφώνως καὶ ἴσως κηρύξωσιν, ἵνα δείξωσιν ὅτι ἐκ τῆς αὐτῆς πηγῆς ὥρμηνται, τὰ δὲ ἑκάστῳ παραλειφθέντα ἄλλος διηγήσηται, ὡς ἔλαβε παρὰ τοῦ πνεύματος μέρος τῆς ἀναλογίας; τί δὲ ποιήσωμεν;

Ματθαίου μὲν κηρύττοντος ἐν Βηθλεὲμ τὴν Μαριὰμ γεγεννηκέναι, κατά <τε> τὰς παρ᾿ αὐτῷ γενεαλογίας ἀπὸ Ἀβραὰμ καὶ Καυὶδ * τὴν ἔνσαρκον Χριστοῦ θεοφάνειαν, [*](10 vgl. Luk. 1,5ff—11vgl. Luk. 1,11ff—vgl. Luk. 1,13—12 vgl. Luk. 1,20—14vgl. Luk. 1,28—16 Luk. 1,34—18 Luk. 1,35 —22f vgl. I Kor. 7,17—26f vgl. Röm. 12,6) [*](Μ U) [*](1 ὑπὸ + τοῦ U 6 φησίν < Μ 8 ἴδομεν Μ 12 τοῦ Ζαχαρίου ἡ U | τοῦ2] τὸ?* 15 [τῆς]* 16 ἀποκριθεῖσα Μ 17 καθαρὰ] lies πάσης?* 21f ἢ*] ἀλλὰ ΜU | <οὐδὲν>* 25 ἐκ τῆς αὐτῆς *] αὐτῆς τῆς MU 25f παραληφθέντα U 26 διηγήσεται U | ὡς] ὃς U 27 ποιήσομεν U 27f ἐμβηθλεὲμ U 28 <τε>* 29* etwa <ὑποδεικνύντος>* | θεοφάνειαν] παρουσίαν U)

255
ὡς οὐχ

εὑρίσκεται ὁ ἅγιος Μάρκος ταῦτα λέγων, ἀλλὰ ἀπὸ τῆς ἐν τῷ Ἰορδάνῃ πραγματείας ποιεῖται τὴν εἰσαγωγὴν τοῦ εὐαγγελίου καί φησιν »ἀρχὴ τοῦ εὐαγγελίου, ὡς γέγραπται ἐν Ἰσαΐᾳ τῷ προφήτῃ, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ«, *.

οὕτω καὶ τὰ τῷ ἑγίῳ Ἰωάννῃ πεπραγματευμένα καὶ ἐν ἁγίῳ πνεύματι ἠσφαλισμένα τὴν φροντίδα ἔσχεν, οὐ περὶ τῶν ἤδη κεκηρυγμένων πολλάκις μόνον λέγειν, ἀλλὰ περὶ τῶν ἀναγκαίως ὑπὸ τῶν ἄλλων εἰς αὐτὸν κηρυγμάτων καταλειφθέντων.