Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

πλήρης χάριτος καὶ ἀληθείας« καὶ εὐθύς »Ἰωάννης μαρτυρεῖ καὶ κέκραγε λέγων ὅτι οὗτός ἐστιν ὃν εἶπον ὑμῖν« καὶ ὅτι »οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσομου«· καὶ καθεξῆς φησι »καὶ εἶπον αὐτῷ οἱ ἀκούσαντες, Ῥαββί, ποῦ μένεις;«.

ἅμα δὲ ἐν ταὐτῷ »τῆ αὔριον, φησίν, ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, ἀκολούθει μοι«·

καὶ μετὰ τοῦτο ὀλίγῳ πρόσθεν φησίν »καὶ μετὰ τρεῖς ἡμέρας γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐκλήθν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸ δεῖπνον τοῦ γάμου καὶ ὖν ἐκεῖ ἡ μήτηρ αὐτοῦ«.

οἱ δὲ ἄλλοι εὐαγγελισταὶ φάσκουσιν αὐτὸν ἐν τῇ ἐρήμῳ πεποιηκέναι τεσσαράκοντα ἡμέρας, πειραζόμενον ὑπὸ τοῦ διαβόλου, καὶ τότε ὑποστρέψαντα παραλαβεῖν τοὺς μαθητάς.

καὶ οὐκ οἴδασιν οἱ ἀπαρακολούθητοι ὅτι ἑκάστῳ εὐαγγελιστῇ μεμελέτηται συμφώνως μὲν τοῖς ἑτέροις λαλῆσαι τὰ ὑπ᾿ ἐκείνων εἰρημένα, ἅμ δὲ τὰ μὴ ὑπ᾿ ἐκείνων ῥηθέντα, παραλειφθέντα δὲ οὕτως ἀποκαλύψαι· οὐ γὰρ ἦν αὐτῶν τὸ θέλημα, ἀλλὰ ἐκ πνεύματος ἁγίου ἡ ἀκολουθία καὶ ἡ διδασκαλία.

εἰ γὰρ τούτου βούλονται ἐπιλαμβάνεσθαι, μαθέτωσαν ὅτι οἱ ἄλλοι τρεῖς οὐκ ἀπὸ τῆς αὐτῆς ἐνήρξαντο ἀκολουθίας. Ματθαῖος γὰρ πρῶτος ἄρχεται εὐαγγελίζεσθαι, τούτῳ γὰρ ἦν ἐπιτετραμμένον τὸ εὐαγγέλιον κηρῦξαι ἀπ᾿ ἀρχῆς, ὡς καὶ ἐν ἄλλῆ αἱρίεσει περὶ τούτου διὰ πλάτους εἰρήκαμεν· οὐδὲν δὲ ἡμᾶς λυπήσει καὶ αὖθις περὶ τῶν αὐτῶν διαλαβεῖν, εἰσ παράστασιν ἀληθείας καὶ ἔλεγχον τῶν πεπλανημένων.

[*](2ff. vgl. E. Schwartz, über den Tod der Söhne Zebedäi S. 31ff (Abh. Gött. Ges. da. W. 1904) — 3 Joh. 1, 1 — 4 Joh. 1, 14 — 6 Joh 1. 15. 30 — 7 Joh. 1, 29 — 9 Joh. 1, 39 — 10 Joh. 1, 43 — 12 Joh. 2, 1f — 15ff. vgl. Matth. 4 Mark. 1, 12ff Luk. 4, 1ff — 25 vgl. haer. 29, 9, 4; I 332, 8ff u. haer. 30, 3, 7; I 337, 9ff)[*](M U)[*](5 ἴδομεν Μ 6 vor Ἰωάννης + ὁ U 10 ἐπαύριον U 12 τοῦτο] τούτω U 14 τὸ δεῖπνον τοῦ γάμου] τὸν γάμου U 17 παραλαβεῖν *] καὶ παραλαβόντα M U 19 ἅμα δὲ *] ἄλλα δὲ Μ ἀλλὰ δὴ U | μὴ < U 21f ἡ διδασκαλία καὶ ἡ ἀκολουθία U 23 vor οἱ + <καὶ> ? * | ἀπὸ τῆς αὐτῆς . . . ἀκολουθίας *] ἀπ᾿ αὐτῆς . . . τῆς ἀκολουθίας M U 24 τούτῳ] τοῦτο Μ 24f ἐπιτεταγμένου U 27 διαλαμβάνειν U)
253