Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ τί, φησίν, εἶπεν; ὅτι »ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος« καὶ ὅτι »ὁ Λόγος σάρξ ἐγένετο καὶ κατεσκήνωσεν ἐν ἡμῖν καὶ εἴδομεν τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός,

πλήρης χάριτος καὶ ἀληθείας« καὶ εὐθύς »Ἰωάννης μαρτυρεῖ καὶ κέκραγε λέγων ὅτι οὗτός ἐστιν ὃν εἶπον ὑμῖν« καὶ ὅτι »οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσομου«· καὶ καθεξῆς φησι »καὶ εἶπον αὐτῷ οἱ ἀκούσαντες, Ῥαββί, ποῦ μένεις;«.

ἅμα δὲ ἐν ταὐτῷ »τῆ αὔριον, φησίν, ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, ἀκολούθει μοι«·

καὶ μετὰ τοῦτο ὀλίγῳ πρόσθεν φησίν »καὶ μετὰ τρεῖς ἡμέρας γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐκλήθν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸ δεῖπνον τοῦ γάμου καὶ ὖν ἐκεῖ ἡ μήτηρ αὐτοῦ«.

οἱ δὲ ἄλλοι εὐαγγελισταὶ φάσκουσιν αὐτὸν ἐν τῇ ἐρήμῳ πεποιηκέναι τεσσαράκοντα ἡμέρας, πειραζόμενον ὑπὸ τοῦ διαβόλου, καὶ τότε ὑποστρέψαντα παραλαβεῖν τοὺς μαθητάς.

καὶ οὐκ οἴδασιν οἱ ἀπαρακολούθητοι ὅτι ἑκάστῳ εὐαγγελιστῇ μεμελέτηται συμφώνως μὲν τοῖς ἑτέροις λαλῆσαι τὰ ὑπ᾿ ἐκείνων εἰρημένα, ἅμ δὲ τὰ μὴ ὑπ᾿ ἐκείνων ῥηθέντα, παραλειφθέντα δὲ οὕτως ἀποκαλύψαι· οὐ γὰρ ἦν αὐτῶν τὸ θέλημα, ἀλλὰ ἐκ πνεύματος ἁγίου ἡ ἀκολουθία καὶ ἡ διδασκαλία.

εἰ γὰρ τούτου βούλονται ἐπιλαμβάνεσθαι, μαθέτωσαν ὅτι οἱ ἄλλοι τρεῖς οὐκ ἀπὸ τῆς αὐτῆς ἐνήρξαντο ἀκολουθίας. Ματθαῖος γὰρ πρῶτος ἄρχεται εὐαγγελίζεσθαι, τούτῳ γὰρ ἦν ἐπιτετραμμένον τὸ εὐαγγέλιον κηρῦξαι ἀπ᾿ ἀρχῆς, ὡς καὶ ἐν ἄλλῆ αἱρίεσει περὶ τούτου διὰ πλάτους εἰρήκαμεν· οὐδὲν δὲ ἡμᾶς λυπήσει καὶ αὖθις περὶ τῶν αὐτῶν διαλαβεῖν, εἰσ παράστασιν ἀληθείας καὶ ἔλεγχον τῶν πεπλανημένων.

[*](2ff. vgl. E. Schwartz, über den Tod der Söhne Zebedäi S. 31ff (Abh. Gött. Ges. da. W. 1904) — 3 Joh. 1, 1 — 4 Joh. 1, 14 — 6 Joh 1. 15. 30 — 7 Joh. 1, 29 — 9 Joh. 1, 39 — 10 Joh. 1, 43 — 12 Joh. 2, 1f — 15ff. vgl. Matth. 4 Mark. 1, 12ff Luk. 4, 1ff — 25 vgl. haer. 29, 9, 4; I 332, 8ff u. haer. 30, 3, 7; I 337, 9ff)[*](M U)[*](5 ἴδομεν Μ 6 vor Ἰωάννης + ὁ U 10 ἐπαύριον U 12 τοῦτο] τούτω U 14 τὸ δεῖπνον τοῦ γάμου] τὸν γάμου U 17 παραλαβεῖν *] καὶ παραλαβόντα M U 19 ἅμα δὲ *] ἄλλα δὲ Μ ἀλλὰ δὴ U | μὴ < U 21f ἡ διδασκαλία καὶ ἡ ἀκολουθία U 23 vor οἱ + <καὶ> ? * | ἀπὸ τῆς αὐτῆς . . . ἀκολουθίας *] ἀπ᾿ αὐτῆς . . . τῆς ἀκολουθίας M U 24 τούτῳ] τοῦτο Μ 24f ἐπιτεταγμένου U 27 διαλαμβάνειν U)
253

5. Οὗτος τοίνυν ὁ Ματθαῖος καταξιοῦται <πρῶτος κηρῦξαι> τὸ εὐαγγέλιον, ὡς ἔφην, καὶ δικαιότατα ἦν, ἔδει γὰρ τὸν ἐπὸ πολλῶν ἁμαρτημάτων ἐπιστρέψαντα καὶ ἀπὸ τοῦ τελωνείου ἀναστάντα καὶ ἀκολουθήσαντα τῷ ἐλθόντι ἐπὸ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων καὶ λέγοντι »οὐκ ἦλθον καλέσαι δικαίου, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν«, εἰς ὑπόδειγμα ἡμῆν τοῖς μέλλουσι σῴζεσθαι <ὁμοίως> τῷ ἐν τῷ τελωνείῳ ἀνάχθέντι καὶ ἀπὸ ἀδικίας ἀναστρέψαντι, <πρῶτον> παρασχέσθαι τὸ κήρυγμα τῆς σωτηρίας, ἵνα ἀπ᾿ αὐτοῦ μάθωσιν οἱ ἄνθρωποι τὴν τῆς παρουσίας φιλανθρωπίαν.

μετὰ γὰρ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ἐδωρήσατο αὐτῷ καὶ ἀνάστασιν νεκρῶν καὶ κάθαρσιν λέπρας καὶ ἰαμάτων δυνάμεις καὶ ἀπέλασιν δαιμονίων, ἵνα μὴ μόνον ἀπὸ τοῦ λόγου πείσῆ τοὺς ἀκούοντας, ἀλλὰ καὶ ἀπ᾿ αὐτοῦ τοῦ ἔργου <δύνηται> κηρῦξαι εὐαγγέλια, τοῖς ἀπολλυμένοις ὅτι σωθήσονται διὰ μετανοίας καὶ τοῖς πεπτωκόσιν ὅτι ἀναστήσονται καὶ τοῖς τεθνεῶσιν ὅτι ζωογονηθήσονται.

καὶ αὐτὸς μὲν οὖν ὁ Ματθαῖος Ἑβραϊκοῖς γράμμασι γράφει τὸ εὐαγγέλιον καὶ κηρύττει, καὶ ἄρχεται οὐκ ἀπ᾿ ἀρχῆς, ἀλλὰ διηγεῖται μὲν τὴν γενεαλογίαν ἀπὸ τοῦ Ἀβραάμ· »Ἀβραάμ, φησίν, ἐγέννησε τὸν Ἰσαὰκ καὶ Ἰσαὰκ τὸν Ἰακώβ« καὶ τὰ ἑξῆς ἄχρι τοῦ Ἰωσὴφ καὶ μαρίας.