Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

3. Φάσκουσι τοίνυν οἱ Ἄλογοι — ταύτην γὰρ αὐτοῖς ἐπιτίθημι τὴν ἐπωνυμίαν· ἀπὸ γὰρ τῆς δεῦρο οὕτως κληθήσονται καὶ οὕτως, ἀγαπητοί, ἐπιθῶμεν αὐτοῖς ὄνομα, τουτέστιν Ἀλόγων.

εἶχον μὲν γὰρ τὴν αἵρεσιν * καλουμένην, ἀποβάλλουσαν Ἰωάννου τὰς βίβλους. ἐπεὶ οὖν τὸν Λόγον οὐ δέχονται τὸν παρὰ Ἰωάννου κεκηρυγμένον, Ἄλογοι κληθήσονται.

ἀλλότριοι τοίνυν παντάπασιν ὑπάρχοντες τοῦ κηρύγματος τῆς ἀληθείας ἀρνοῦνται τὸ καθαρὸν τοῦ κηρύγματος καὶ οὔτε τὸ τοῦ Ἰωάννου εὐαγγέλιον δέχονται οὔτε τὴν αὐτοῦ Ἀποκάλυψιν.

καὶ εἰ μὲν ἐδέχοντο τὸ εὐαγγέλιον, τὴν δὲ Ἀποκάλυιν ἀπεβάλλοντο, ἐλέγομεν ἄν, μή πη ἄρα κατὰ ἀκριβολογίαν τοῦτο ποιοῦνται, ἀπόκρυφον μὴ δεχόμενοι διὰ τὰ ἐν τῇ Ἀποκαλύψει βα- [*](3ff vgl. Irenaeus adv. haer. III 11, 1; II 40 Harvey Iohannes domini discipulus volens per evangelii annuntiationem auferre eum qui a Cerintho inseminatus erat hominibus errorem, dazu Panarion haer. 30, 24, 1ff; I 365, 9ff und Corssen, monarchiaische Prologe S. 80f — 8 unten c. 12 genauer: ἐπὶ τῇ γηραλέᾳ αὐτοῦ ἡκικίᾳ, μετὰ ἔτη ἐνενήκοντα τῆς ἑαυτοῦ ζωῆς — 26ff über die Bezeichnung der Apokalypse als ἀπόκρυφον vgl. zu haer. 26, 5, 1; I 281, 17) [*](M U) [*](1 εὐωδίαν] ὀδμὴν U | * <ἀπεδίωξεν αὐτοὺς> *, vgl. Z. 6f 1f λιβανίτιδος U 5 Ἀσίᾳ] ἁγία Μ 6 ἤτουν Μ 7 λύσαν Μ 8 μετὰ Μ; lies wohl καθ᾿ * 11 ἀλλὰ Μ 12 τῷ μὲν ὄντι *] τῶ μύσαν Μ U | ἀναφυεῖ U | ἡ < U 15 διόλλυται U 17 δεύρω Μ 18 Ἄλογοι U | μὲν < U 19 * <ἀξίως οὕτως> *, vgl. S. 299, 17 22 ἀρνοῦνται—τοῦ κηρύγματος2 < Μ)

251
θέως καὶ σκοτεινῶς εἰρημένα.

ὁπότε δὲ οὐ δέχονται φύσει τὰ βιβλία τὰ ἀπὸ τοῦ ἁγίου Ἰωάννου κεκηρυγμένα, παντί τῳ δῆλον εἴη ὅτι οὗτοί εἰσι καὶ οἱ ὅμοιοι τούτοις, περὶ ὧν εἶπεν ὁ ἅγιος Ἱωάννης ἐν ταῖς καθολικαῖς ἐπιστολαῖς ὅτι »ἐσχάτη ὥρα ἐστὶ καὶ ἠκούσατε ὅτι Ἀντίχριστος ἔρχεται· καὶ νῦν ἰδοὺ Ἀντίχριστοι πολλοί« καὶ τὰ ἑξῆς.

προφασίζονται γὰρ οὗτοι, αἰσχυνόμενοι ἀντιλέγειν τῷ ἁγίῳ Ἰωάννῃ διὰ τὸ εἰδέναι αὐτοὺς τὸν αὐτὸν ἐν ἀριθμῷ τῶν ἀποστόλων ὄντα καὶ ἠγαπημένον ὑπὸ τοῦ κυρίου, ᾧ ἀξίως τὰ μυστήρια ἀπεκάλυπτεν καὶ ἐπὸ τὸ στῆθος αὐτοῦ ἀνέπεσε, καὶ ἑτέρως αὐτὰ ἀνατρέπειν πειρῶνται. λέγουσι γὰρ μὴ εἶναι αὐτὰ Ἰωάννου ἀλλὰ Κηρίνθου καὶ οὐκ ἄξια αὐτά φασιν εἶναι ἐν ἐκκλησίᾳ.