Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
συλλαμβάνεται δὲ τῇ αὐτῇ τρίτῃ ὀψέ, ἥτις ἦν ἑνδεκάτη τῆς σελήνης νυκτερινὴ πρὸ δεκαὲξ καλανδῶν Ἀπριλλίων Ἀπριλλίων Πέμπτη τρισκαιδεκάτη ἡμερινή, νυκτερινὴ δὲ τεσσαρεσκαιδεκάτη πρὸ δεκατεσσάρων καλανδῶν Ἀπριλλίων προσάββατον τεσσαρεσκαιδεκάτη ἡμερινὴ πρὸ δεκατριῶν καλανδῶν· Ἀπριλλίων σάββατον πεντεκαιδεκάτη ἡμερινὴ πρὸ δεκαδύο καλανδῶν Ἀπριλλίων ἐπιφώσκουσα κυριακὴ πεντεκαιδεκάτη νυκτερινή·
ὅπερ ἦν φωτισμὸς Ἅιδου καὶ γῆς καὶ οὐρανοῦ καὶ <ἰσότης> νυκτὸς καὶ ἡμέρας, διὰ τὴν πεντεκαιδεκάτην τῆς σελήνης καὶ τὸν τοῦ ἡλίου δρόμον· ὅτι καὶ ἀνάστασις καὶ ἰσημερία πρὸ ἕνδεκα καλανδῶν Ἀπριλλίων <ἐγένετο>, περὶ ἥν πλανηθέντες < οἱ Ἰουδαῖοι > ὑπέρβατον μίαν ἡμέραν ἐποίησαν, ὡς προεῖπον.
ἔχει δὲ ὥραςνὰς ἡ ψῆφος τῆς λεπτολογίας *, ἥτις ἐμπίπτει δι᾿ ἐτῶν τριῶν, παρ᾿ αὐτοῖς διαφωνουμενη ἡμέραν μίαν·
προστιθέασι γὰρ τῷ σεληνιακῷ δρόμῳ μετὰ τὰς τριακοσίας πεντήκοντα τέσσαρας ἡμέρας καὶ ἄλλας κατ᾿ ἔτος τέσσαρας ὥρας, ὡς εἶναι εἰς τρία ἔτη ἡμέραν μίαν.
διὸ παρ᾿ αὐτοῖς πέντε μῆνες τελοῦνται ἐμβόλιμοι εἰς ἔτη δεκατέσσαρα, διὰ τὸ ἀφαιρεῖσθαι ἀπὸ τοῦ ἡλιακοῦ δρόμου τῶν τριακοσίων ἑφήκοντα πέντε ἡμερῶν καὶ ὡρῶν τριῶν τὴν * ὥραν μίαν· προστιθεμένων γὰρ τῶν † ὡρῶν λοιπὸν γίνονται τξε ἡμέραι * παρὰ ὥραν μίαν·
ὅθεν οὗτοι ἑξάκις πολυπλα- [*](9ff vgl. zu S. 246,5 — 14 ff vgl. haer. 70,13—17f die Rechnung 3x4 Stunden =1 Tag ist nicht zu beanstanden; Epiph. rechnet wie andere die Stunde als Doppelstunde, vgl. G. Bilfinger, Die Babylonische Doppelstunde (Stuttg. Gymn. Progr. 1888) Boll, Sphära S. 311ff Sethe, Nachr. Gött. Ges. 1920 S. 109f) [*](M U ) [*](1 οὕτως d. h. nach der falschen Rechnung der Juden 3 [ νυκτερινὴ]? * 9 πεντεκαιδεκάτη] lies wohl ἐκκαιδεκάτη * 10 <ἰσότης> * 11 τῆς < U | τοῦ < U | τοῦ ἡλίου τὸν δρόμον M | καὶ2 < Μ 12 <ἐγένετο> * 13 περὶ *] δι᾿ ΜU |<οἱ Ἰουδαῖοι> * 14 * <περὶ τῆς τοῦ πάσχα ἑορτῆς>* 15 δι᾿ ἐτῶν] διὰ τῶν M 15f ἡφίστασθαι * 21 * <τῆς σελήνης περίοδον κατ᾿ ἔτος ἔνδεκα ἡμέραις παρὰ> * | μίαν ὥραν U | † ὡρῶν] lies ἔνδεκα ἡμερῶν * 22 * ergänze etwa <τέσσαγες ὧραι· λείπεται δὲ τούτου ὁ τοῦ ἡλίου δρόμος παρὰ>*)
27. Ἕνεκεν τοίνυν τούτου τότε σφαλέντες οὐ μόνον προέλαβον θορυβούμενοι τὰς δύο ἡμέρας βεβρωκότες τὸ Πάσχα, ἀλλὰ καὶ τὴν ὑπέρβατον προσθέντες μίαν ἡμέραν *, κατὰ πάντα τρότον αὐτοὶ μὲν σφαλέντες· ἡ δὲ οἰκονομία τῆς ἀληθείας ἀκριβέστατα πάντα ἡμῖν σωτηριωδῶς εἰργάσατο.
ὄθεν καὶ αὐτὸς ὁ σωτὴρ τὸ Πάσχα τελειώσας ἐξῆλθεν εἰς τὸ ὄρος μετὰ τὸ βεβρωκέναι᾿»ἐπιθυίᾳ ἐπιθυμήσας«.