Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

μετ᾿ ἐκείνην γὰρ τὴν ὑπατείαν τὴν ἐντῷ τριακοστω ἔτει αὐτοῦ σημαινομένην ἄλλη ὑπατεία γέγονεν, Λεγομένη τῶν δύο Γεμινῶν· εἶτα ἄλλη ὑπατεία Ῥούφου καὶ Ῥουβελλίωνος, Καὶ οὕτως ἐνεστώσης τῆς ὑπατείας τῆς μετὰ τὴν ὑπατείαν < Ρούφου καὶ > Ῥουβελλίωνος, ἥτις ὕστερον ἦλθεν Οὐιννικίου καλεῖσθαι Καὶ Λογγίνου Κασσίου, < ἐν τῷ τριακοστῷ τρίτῳ αὐτοῦ ἔτει ὅπερ ἦν > ὀκτωκαιδέκατον Τιβερίου Καίσαρος, πάσχει ὁ σωτὴρ [ἐν] τῇ πρὸ δεκατριῶν καλανδῶν Ἀπριλλίων.

Καὶ ἐλήλεγκται τούτων ἁπάντων ἡ πλάνη, εὑρισκομένης σαφῶς τῆς κατὰ τὴν ἀλήθειαν διδασκαλίας, ὡς οὐ μόνον δύο χρόνων περίοδοι ἑορτῆς Πάσχων ἐν τοῖς εὐαγγελίοις ἐμφέρονται, ἀλλὰ καὶ τριῶν.

24. Γεννηθέντος γὰρ αὐτοῦ ἐν τῷ Ἰανουαρίῳ μηνὶ τουτέστιν [*](1 f vgl. Panarion haer. 31. 14, 3; I 406. 17 — 8 f vgl. Kol. 2, 14 — 11 wie S. 291, 2f das der Sexti, so ist hier wieder das Konsulat der beiden Gemini, Rufus (= Fufius) und Rubellio, in zwei zerlegt; auch darin stimmt Epiph. Mit Den beiden Nebenzeugen Cons. Const. Und Chron. Pasch. Zusammen, vgl. MG Auct. Antiqu. IX 220) [*](Μ U) [*](2 περὶ Οὐαλεντῖνον—ἄλλους < U | αἱ 2 < Μ 3 μυθώδους Μ | ἀναγραψαμένους Μ | τριάκοντα] τέσσαρας Μμ 3 f οὓς—ἔτεσιν] καὶ τὰ ἀπὸ τῶν τριάκοντα ἐτῶν τοῦ σωτῆρος παρ᾿ αὐτῶν ἀλληγορηθέντα U 4 δυνηθῶσι U 5 ἀναγράφειν] lies wohl παραστῆσαι * 6 ἐνσαρκώσεως (neben παρουσίας) U 8 < προσλαβὼν καὶ > * | παθεῖν + κατεδέξατο U 8 f τοῦ θανάτου τὸ U 9 γὰρ] δὲ U 10 αὐτοῦ, sc. Christi] Αὐγούστου Μ 11 vor λεγομένη + ὑπατεία U 12 ἐνεστώοης]μεσαζούσης U 13 < Πούφου καὶ > * | Οὐιννικάου Μ 13 f καλεῖσθαι *] καλουμένη Μ U 14 Κασσίου < Μ 14 f < ἐν τῷ τριακοστῷ τρίτῳ αὐτοῦ ἔτει ὅπερ ἦν > * 15 ὀκτωκαιδέκατον—Καίσαρος < U |[ἐν] * 18 περίοδοι Dind.] περιόδοις Μ περίοδος U |ἑορτῆς < U 19 ἐμφέρεται U 20 περὶ τὸν Ἰαννουάριον μῆνα U | Ἰαννουαρίω Μ)

293
πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίων — ἥτις ἐστὶ κατὰ Ῥωμαίου Πέμπτη Ἰανουαρίου ἑσπέρα εἰς ἕκτην ἐπιφώσκουσα, κατ᾿ Αἰγυπτίους Τυβὶ ἑνδεκάτη, κατὰ Σύρους εἴτ᾿ οὖν Ἕλληνας Αὐδυναίου ἕκτη, κατὰ Κυπρίους εἴτ᾿ οὖν Σαλαμινίους πέμπτου Πέμπτη, κατὰ Παφίους Ἰουλίου τεσσαρεσκαιδεκάτη, κατὰ Ἄραβας Ἀλεὼμ μία καὶ εἰκάς, κατὰ Καππάδοκας Ἀταρτᾶ τρισκαιδεκάτη, κατὰ Ἀθηναίους Μαιμακτηριῶνος Πέμπτη, κατὰ Ἑβραίου Τηβὴθ πέμπτη·

ἔδει γὰρ καὶ ἐνταῦθα πληρωθῆναι τὸ ὑπὸ τοῦ προφήτου εἰρημένον »εἰσῆλθεν πρὸς ἡμᾶς ἡ κιβωτὸς τοῦ θεοῦ« (λέγει δὲ τὴν Χριστοῦ τελείαν ἐνανθρώπησιν) »τῇ πέμπτῃ τοῦ μηνὸς τοῦ πέμπτου«, ὡς τότε παρ᾿ Ἑβραίοις ἐτελέσθη· ὃ πρῶτον μὲν τῇ