Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καί φησι »γάμος ἐγένετο τῇ τρίτῃ ἡμέρᾳ ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ, ἐκλήθη δὲ καὶ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ οἱ μετ᾿ αὐτοῦ εἰς τὸν γάμον«·

»καὶ ὑστερήσαντος, φησίν, οἴνου, λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ· οἶνον οὐκ ἔχουσι. καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς· τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου«.

* μετὰ τὸ ἐλθεῖν αὐτὸν ἀπὸ τῆς ἐρήμου κατὰ τὴν ἀκολουθίαν τοῦ πειρασμοῦ καὶ παραληφθῆναι εἰς Ἱερουσαλὴμ καὶ στῆναι ἐπὶ τῷ πτερυγίῳ τοῦ ἱεροῦ καὶ ἀπὸ Ἱεροσολύμων ἀνενεχθῆναι εἰς ὄρος ὑψηλὸν λίαν, ὅπερ παρὰ πολλοῖς λέγεται εἶναι τὸ Θαβὼρ ὄρος, ὃ ἑρμηνεύεται Ἰταβύριον· τοῦτο δέ ἐστιν ἐν τῇ Γαλιλαίᾳ.

ταύτην γὰρ τὴν ἀκολουθίαν ὁ Ματθαῖος ὑπέθετο, ὅς φησιν »ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἦλθεν εἰς τὴν Γαλιλαίαν«.

ὁ δὲ Λουκᾶς καὶ τὴν ἀπὸ τοῦ ὄρους ὁρμὴν ἀκριβῶς δηλώσας πρῶτον μὲν περὶ τοῦ ὄρους εἰπὼν καὶ τῶν βασιλειῶν ὧν ἔδειξε τῷ [*](5 Joh. 1, 43 — 9 Joh. 2,1 — 12 Joh. 2,3 — 14ff vgl. Matth. 4,5ff — 17f vgl. das Hebräerev. nach Origenes in Joh. II 12; S. 67, 19ff Preuschen in Jerem. hom. 15, 4; S. 128, 26ff Klostermann (sonst gilt der Thabor als Berg der Verklärung vgl. Origenes zu Ps. 88, 13; XIII 28 Lommatzsch Cyrillus Hieros. cat. XII 16; Migne 33, 744B) — zu Θαβὼρ = Ἰταβύριον vgl. Eusebius Onomasticon S. 110, 20 Klostermann — 20 Matth. 4,12 — 21ff Luk. 4, 5ff) [*](M U) [*](1 οὐχὶ + <δὲ>?* 3 ἅσπερ ἔμειναν παρ αὐτῶ U 4f lies ὡς εὐθὺς μετὰ τὴν μίαν ἡμέραν, ἣν ἐποίησαν . . . ἐπιφέρει λέγων· »καὶ <τῇ ἐπαύριον> ἐξῆλθεν? * 5 ἐπιφέρει] ἐπεισάγει U 7—10 ἔδει γὰρ—Κανᾷ τῆς Γαλιλαίας < M, vgl. Z. 11 8 αὐτῶν *] αὐτοῦ U 10 ἐκεῖ vor ἡ μήτηρ M 11 οἱ μετ᾿ αὐτοῦ < M | γάμον + ἔδει γὰρ καὶ ἐν τῶ γάμω αὐτὸν κληθέντα καταξιῶσαι ἐπ᾿ εὐλογία τοῦ γάμου M, vgl. Z. 7 12 φησίν < U 13 σοι] σὺ M 14—S. 280, 5 μετὰ τὸ ἐλθεῖν — διελθεῖν διὰ τοῦ Ἰορδάνου] μετὰ τὸ ἐλθεῖν αὐτὸν ἀπὸ τοῦ πειρασμοῦ καὶ διελθεῖν διὰ τῆς θαλάσσης καὶ τοῦ Ἰορδάνου U | * <τοῦτο δὲ ἐγένετο>* 15 καὶ] τουτέστιν τοῦ? * 19 ὅς] ὥς? * 21 ἀπὸ τοῦ ὄρους) lies εἰς τὸ ὄρος? *)

280
κυρίῳ ὁ διάβολος, ὕστερον λέγει περὶ τοῦ πτερυγίου καὶ Ἱερουσαλήμ, καὶ ὡς ἀνέκαμψεν εἰς τὴν Γαλιλαίαν καὶ Ναζαρέτ. συνῳδὰ δὲ καὶ ὁ Ματθαῖος λέγει »καταλιπὼν τὴν Ναζαρὲτ ἦλθεν εἰς τὴν Καφαρναούμ«.