Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ἰωάννης γὰρ ὁ εὐαγγελιστὴς πρὸ τοῦ παραδοθῆναι τὸν βαπτιστὴν Ἰωάννην σημαίνει τὸν κύριον μετὰ τὰς ἡμέρας τοῦ πειρασμοῦ * πρὸς αὐτὸν ἐληλυθέναι. πῶς γὰρ Ἰωάννου παραδοθέντος ἐνεδέχετο ἔτι τὸν σωτῆρα πρὸς αὐτὸν πάλιν ἐλθεῖν ἐπὶ τὸν Ἰορδάνην;

οὐκ ἔγνωσαν δὲ ὅτι οἱ ἄλλοι τρεῖς εὐαγγελισταὶ τὸν χρόνον τὸν μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην διηγοῦνται ἀκριβῶς λέγοντες· »ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι παρεδόθη ὁ Ἰωάννης, καταλιπὼν τὴν Ναζαρὲτ κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον«. καὶ ὁρᾷς ὅτι κατὰ ἀλήθειαν τὰ πάντα τοῖς τέτρασιν εὐαγγελισταῖς συμφώνως εἴρηται.

καὶ γὰρ καὶ φαίνεται <κατὰ> τὴν ἀκολουθίαν πάλιν διηγούμενος ὁ Ἰωάννης, ὅτι μετὰ τὸ ποιῆσαι τὸ πρῶτον σημεῖον τὸν σωτῆρα καὶ ἐλθεῖν εἰς Καφαρναούμ, ποιῆσαί τε ἐκεῖ τινα σημεῖα ἀναβῆναί τε εἰς Ναζαρὲτ καὶ ἀναγνῶναι τὸ βιβλίον, παραδοθέντος λοιπὸν τοῦ βαπτιστοῦ ἦλθεν καὶ κατῴκησεν εἰς Καφαρναοὺμ <οὐ> πολλὰς ἡμέρας.

οὗται δέ εἰσιν αἱ μετὰ τὴν ἡμέραν τῶν Ἐπιφανείων καὶ τὴν ἐπὶ Καφαρναοὺμ καὶ ἐπὶ Ναζαρὲτ ἔλευσιν αὐτοῦ καὶ τὴν εἰς Ἱεροσόλυμα διὰ τὸ Πάσχα ἄνοδον καὶ <πάλιν> πάλιν ἐλθεῖν πρὸς τὸν Ἰωάννην ὅπου ἐβάπτιζεν εἰς Αἰνὼν <ἐγγὺς> τοῦ Σαλήμ.

οὅτω γὰρ λέγει »μετὰ τοῦτο κατῆλθεν εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ [*](2f vgl. Matth. 4, 1. 12f u. Par. — 16 Matth. 4, 12f — 23f vgl. Joh. 2, 12 — 26 vgl. Joh. 2,13 — 27 vgl. Joh. 3, 23 — 28 Joh. 2, 12) [*](M U (bis πεπραγματευμένα Z. 2)) [*](1 ἀποβάλοιτο *] ἀποβάλλοιτο M ἀποβάλλοι U | ἐν τοῖς ἁγίοις εὐαγγελίοις U 2 πάντῃ < M | πεπραγματευμένα] εἰρημένα M 2—S. 283. 19 κἄν τε γὰρ— ἀφικνεῖται < U 6f παραθαλάσσιον *, vgl. Z. 18 u. S. 282, 3] παρὰ θάλασσαν M 8 zu ἀπὸ πρώτης vgl. S. 262, 20 9 † λέγει] lies wohl <διηγεῖται,> λέγων * | αὐ- τὸν *] περὶ αὐτοῦ M | [κατὰ] Dind. 12 * <αὖθις> * 17 Ναζαρὲθ M 20 <κατὰ> * 24 <οὐ> *, vgl. S. 282, 1 27 <τὸ> * 28 <ἐγγὺς> Dind., vgl. S. 282, 15)

282
ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας«· (οὔπω γὰρ ἐδήλου τὴν τελείαν καταμονὴν περὶ ἧς ὕστερον εἶπεν <ὅτι> μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον.)

»καὶ ἐγγὺς ἦν τὸ Πάσχα τῶν Ἰουδαίων (ὡς λέγει) καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς καὶ εὗρεν τοὺς πωλοῦντας ἐν τῷ ἱερῷ τοὺς βόας καὶ τὰ πρόβατα καὶ <τὰς> περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους«.

καὶ μετὰ τὸ ἐκβαλεῖν τοὺς αὐτοὺς κερματιστὰς καὶ τοὺς πωλοῦντας τὰς περιστερὰς καὶ τὰ ἄλλα, καὶ εἰρηκέναι· ἄρατε ταῦτα ἔνθεν καὶ μὴ ποιῆτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου, καὶ ἀκηκοέναι παρ᾿ αὐτῶν »τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς;« καὶ εἰπεῖν, αὐτοῖς »λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγείρω αὐτόν«, ὅτι Νικόδημος ἦλθε πρὸς αὐτόν,

καὶ μετὰ τὸ εἰπεῖν πολλὰ φησίν »ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν καὶ ἐκεῖ διέτριβεν μετ᾿ αὐτῶν καὶ ἐβάπτιζεν. ἦν δὲ καὶ Ἰωάννης <βαπτίζων> ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλήμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ· οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης«.

τοῦ δὲ Ἰωάννου πολλὰ εἰπόντος, ὅτι »ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν«, εἶτα λέγει τὸ εὐαγγέλιον »ὡς οὖν ἔγνω ὁ Ἰησοῦς ὅτι ἢκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει <ἢ> Ἰωάννης (καίτοι γε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν, ἀλλ᾿ οἱ μαθηταὶ αὐτοῦ), ἀφῆκεν τὴν Ἰουδαίαν γῆν καὶ ἀπῆλθε πάλιν εἰς τὴν Γαλιλαίαν.

ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας«· ὅτε ἐπὶ τῷ φρέατι ἐκαθέσθη καὶ τῇ Σαμαρείτιδι διελέχθη καὶ ἀνήγγειλεν ἡ Σαμαρεῖτις περὶ αὐτοῦ τοῖς ἐν τῇ πόλει καὶ ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται καὶ παρεκάλουν αὐτὸν μεῖναι παρ᾿ αὐτοῖς »καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ.«

»μετὰ δὲ τὰς δύο ἡμέρας ἦλθεν εἰς τὴν Γαλιλαίνα« »καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ«, ὅτε εἶπεν αὐτῷ ὁ Ἰησοῦς »πορεύου· ὁ υἱός σου ζῇ« καὶ ἐπίστευσεν καὶ ἰάθη ὁ παῖς. καὶ λέγει τὸ εὐαγγέλιον » <τοῦτο> δεύτερον πάλιν σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν«.