Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ἀνατρέπονται τοίνυν οἱ τοιοῦτοι αἱρεσιῶται ἀπὸ τῆς ἀληθείας τῶν θείων γραφῶν καὶ τῆς ἀκριβείας, μάλιστα ἀπὸ τῆς συμφωνίας τῶν τεσσάρων εὐαγγελίων. οὐ γάρ τις τῶν εἶ φρονούντων [*](2 Luk. 4, 14. 16 — 3 Matth. 4, 13 — 4ff vgl. oben c. 16, 3ff; S. 271, 4 u. c. 24, 4; S. 293, 19ff c. 30, 4; S. 302, 1ff — 15 Joh. 1, 33.) [*](M U) [*](2 Ναζαρὲθ M 3 Ναζαρὲθ M 4 Ναζαρὲθ M 5 διελθεῖν διὰ τοῦ Ἰορδάνου] naheliegend wäre ἀπελθεῖν ἀπὸ τοῦ Ιωάννου; vgl. jedoch c. 25, 3; S. 294, 22 u. c. 30, 7; S. 302, 15 | πάλιν < U 6 ἐσχηκότος M | οἰκεῑα + ἀπελθὼν U, vielleicht hinter Ναζαρέτ (Z. 7) einzusetzen | ἀνετράφη U 7 Ναζαρέθ M | ἐκεῖ τε] καὶ U | ἡμερῶν U 7f ὅτε καὶ — ἔμειναν < U 8 λοιπὸν— σωτηρίας] λοιπὸν ἐπειγομένου εἰς τὴν σωτηρίαν U 9 ἕνεκεν < U | ἄρξασθαι + ἐπιμελεῖσθαι U 10 ἡκέναι] αὐτὸν ἐλθεῖν M | ἔχοντα M | ἤδη < M 11 καὶ < U | δύο τοὺς < M 11f ἐξελθεῖν u. hinter Γαλιλαίαν U 12 διὰ2 < U 14 <ἡμᾶς> * | lies ὁ <θεῖος> λόγος? * | vor Ιωάννης + ὁ M 14f παροχηκότος U 15 ἔργος] λόγου U 16 καταβαῖνον] ἐρχόμενον ἐπ αὐτὸν u. hinter περιστερᾶς gestellt U 19 vor τῷ κόσμῳ + ἐν U 21 αἱρεσιῶται < U 22 θείων *] τοιούτων MU 23 εὐαγγελιστῶν U)

281
ἀποβάλοιτο τὰ τῷ ἁγίῳ πνεύματι διὰ τῶν θείων εὐαγγελίων ἀκριβῶς πάντῃ πεπραγματεθμένα.

κἂν τε γὰρ λέγωσιν, ὅτι ὁ μὲν Ματθαῖος καὶ Μάρκος καὶ Λουκᾶς οἱ εὐαγγελισταὶ διηγίσαντο περὶ τοῦσωτῆρος ὅτι μετὰ τὸ βάπτισμα ἀνήχθη εἰς τὴν ἔρημον καὶ ἐποίησεν ἡμέρας τεσσαράκοντα πειραζόμενος καὶ μετὰ τὸν πειρασμὸν ἀκούσας ὅτι Ἰωάννης παρεδόθη ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον, ὁ δὲ Ἰωάννης ψεύδεται μὴ εἰπὼν περὶ τούτων,

ἀλλ᾿ εὐθὺς ἀπὸ πρώτης, ὅτε ἦλθεν ὁ σωτὴρ πρὸς τὸν Ἰωάννην, καὶ τὰ ἄλλα ὅσα † λέγει αὐτὸν πεποιηκέναι, φανήσονται κατὰ πάντα [κατὰ] τὴν ἀκρίβειαν τῶν εὐαγγελίων ἠγνοηκότες.

Ἰωάννης γὰρ ὁ εὐαγγελιστὴς πρὸ τοῦ παραδοθῆναι τὸν βαπτιστὴν Ἰωάννην σημαίνει τὸν κύριον μετὰ τὰς ἡμέρας τοῦ πειρασμοῦ * πρὸς αὐτὸν ἐληλυθέναι. πῶς γὰρ Ἰωάννου παραδοθέντος ἐνεδέχετο ἔτι τὸν σωτῆρα πρὸς αὐτὸν πάλιν ἐλθεῖν ἐπὶ τὸν Ἰορδάνην;

οὐκ ἔγνωσαν δὲ ὅτι οἱ ἄλλοι τρεῖς εὐαγγελισταὶ τὸν χρόνον τὸν μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην διηγοῦνται ἀκριβῶς λέγοντες· »ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι παρεδόθη ὁ Ἰωάννης, καταλιπὼν τὴν Ναζαρὲτ κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον«. καὶ ὁρᾷς ὅτι κατὰ ἀλήθειαν τὰ πάντα τοῖς τέτρασιν εὐαγγελισταῖς συμφώνως εἴρηται.

καὶ γὰρ καὶ φαίνεται <κατὰ> τὴν ἀκολουθίαν πάλιν διηγούμενος ὁ Ἰωάννης, ὅτι μετὰ τὸ ποιῆσαι τὸ πρῶτον σημεῖον τὸν σωτῆρα καὶ ἐλθεῖν εἰς Καφαρναούμ, ποιῆσαί τε ἐκεῖ τινα σημεῖα ἀναβῆναί τε εἰς Ναζαρὲτ καὶ ἀναγνῶναι τὸ βιβλίον, παραδοθέντος λοιπὸν τοῦ βαπτιστοῦ ἦλθεν καὶ κατῴκησεν εἰς Καφαρναοὺμ <οὐ> πολλὰς ἡμέρας.

οὗται δέ εἰσιν αἱ μετὰ τὴν ἡμέραν τῶν Ἐπιφανείων καὶ τὴν ἐπὶ Καφαρναοὺμ καὶ ἐπὶ Ναζαρὲτ ἔλευσιν αὐτοῦ καὶ τὴν εἰς Ἱεροσόλυμα διὰ τὸ Πάσχα ἄνοδον καὶ <πάλιν> πάλιν ἐλθεῖν πρὸς τὸν Ἰωάννην ὅπου ἐβάπτιζεν εἰς Αἰνὼν <ἐγγὺς> τοῦ Σαλήμ.