Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἔδει γὰρ καὶ παιδικὰ ἔχειν αὐτὸν σημεῖα, ἵνα μὴ πρόφασις γένηται ταῖς ἄλλαις αἱρέσεσι λέγειν ὅτι ἀπὸ τοῦ Ἰορδάνου ἦλθεν<ν ὁ> Χριστὸς εἰς αὐτόν, ὅπερ ἐστὶν ἡ περιστερά· τοῦτο γάρ φασι διὰ τὴν ψῆφον τοῦ ωݲ καὶ ἄλφα, ὅ ἐστι περιστεερά, ἐπείπερ ἔφη ὁ σωτήρ »ἐγώ εἰμι τὸ ᾱ καὶ ἐγώ εἰμι τὸ ωݲ«.

διὸ καὶ ἐν τῷ δωδεκάτῳ ἔτει τῆς γεννήσεως αὐτοῦ εἰσάγει τὸν Ἰησοῦν ὁ Λουκᾶς εἰρηκότα πρὸς τὴν Μαριὰμ ζητοῦσαν αὐτόν, ἡνίκα τοῖς διδασκάλοις προσδιελέγετο ἐν Ἱεροσολύμοις·

»οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ με εἶναι;«, ἵνα πέσῃ ὁ λόγος τῶν λεγόντων ὅτι ἀπὸ τοῦ χρόνου τοῦ βαπτίσματος υἱὸς γέγονεν θεοῦ, ἐλθούσης εἰς αὐτὸν τῆς περιστερᾶς, ἥν φασιν εἶναι τὸν Χριστόν, καὶ ἵνα σαφῶς γνωσθῇ ὅτι ἄνωθεν ἐπεδήμησεν ὁ θεὸς Λόγος καὶ ἐλθὼν ἐσαρκώθη ἀπὸ Μαρίας καὶ ἐν τῷ Ἰορδάνῃ κατῆλθεν ἐπ᾿ αὐτὸν τὸ πνεῦμα,

ἵνα σημάνῃ τίς ἐστιν ὁ μαρτυρούμενος μενος ἀπὸ τοῦ πατρὸς ὅτι »οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, αὐτοῦ ἀκούετε«, καὶ ἵνα γένηται τοῦτο ὑπόδειγμα τοῖς μέλλουσιν ἐν αὐτῷ φωτίζεσθαι, ὅτι καταξιωθήσονται <τῆς> πνεύματος ἁγίου ἐν τῷ λουτρῷ [τῆς] δωρεᾶς καὶ ἀφέσεως ἁμαρτιῶν διὰ τῆς χάριτος τῆς ὑπ᾿ αὐτοῦ δοθείσης.

21. Ἀπὸ τότε δὲ τὰ τέλεια ἤρξατο ποιεῖν θεοςήμεια ἐν τῷ καιρῷ τοῦ κηρύγματος (»τοῦτο <γὰρ> πρῶτον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς, [*](1ff vgl. die Παιδικὰ (Thomasevangelium) Tischendorf ev. apocrypha2 — 4 vgl. haer. 28, 1, 5; I 314 hear. 30, 3, 6 14, 1 16, 3; I 337, 7 351, 18ff 354, 2 — 5 vgl. Irenaeus a dv. haer. I 14, 6; I 140 Harvey (= Panarion haer. 34, 7, 2 II 15, 9f) — 6f Apok. 1, 8 — 10 Luk. 2, 49 — 16 (Matth. 3, 17) Matth. 17, 5 — 22 Joh. 2. 11) [*](M U) [*](1 εἰργάσατο < U | ἢ] καὶ U | <πρὶν> * | κηρύγματος + πρὸ τοῦ πειρασμοῦ ὁ χριστὸς U | ἤρξατο] εἰργάσατο U 2 λέγεται—πεποιηκέναι] ἄδεται περὶ αὐτοῦ ἐν παιδὶ πεποιηκέναι ὡς ἐν παιγνίω ὥς τινες φάσκουσι U 2f ἔδει γὰρ] καὶ ἔδει τῶ μὲν ὄντι U 3 παιδαρικὰ U | αὐτὸν ἔχειν U | σημεῖα < U 4 λέγειν] ταῖς λεγούσαις U | ἦλθε<ν ὁ> * 5—7 τοῦτο γὰρ—τὸ ωݲ< U 5 φασι *] φησι Μ 7f τῆς γεννήσεως—τὸν Ἰησοῦν] σαφῶς δείκνυσιν U 8—10 ὁ Λουκᾶς—Ἱεροσολύμοις] ὁ Λουκᾶς ὅτι προσδιαλεγόμενος τοῖς ἱερεῦσι καὶ τοῖς πρεσβυτέροις ἔφη τῆ μαρία ὅτι U 11—13 βαπτίσματος—τὸν Χριστόν] βαπτίσματος κατέβη εἰς αὐτὸν τὸ πνεῦμα τὸ ἅγιον U 12 φασι *] φησι ΜU 14 θεὸς < U | ἐλθὼν < U 16 τοῦ < Μ 17 ὑπόδειγμα τοῦτο Μ 18 <τῆς> * 19 [τῆς] * | διὰ τῆς < U 21 ἀπὸ τότε] ἀπὸ τότε] ἀφ᾿ ὅτου U 22 <γὰρ> *)

279
φησίν, ἐν Κανᾷ τῆς Γαλιλαίας), οὐχὶ πρὸ βαπτίσματος,

ὡς πολλάκις ἔφην, ἀλλ᾿ ὅτε ἀνέκαμψεν ἀπὸ πειρασμοῦ, τῇ τρίτῃ ἡμέρᾳ μετὰ τὰς δύο ἃς παρ᾿ αὐτῷ ἔμειναν οἱ δύο μαθηταὶ τοῦ Ἰωάννου, οἱ ἀκούσαντες καὶ ἀκολουθήσαντες αὐτῷ·

ὡς εὐθὺς μετὰ τὰς δύο ἡμέρας, ἃς ἐποίησαν παρ᾿ αὐτῷ, ἐπιφέρει λέγων »καὶ ἐξῆλθεν εἰς τὴν Γαλιλαίαν καὶ εὑρὼν Φίλιππον εἶπεν· ἀκολούθει μοι«.

εἶτα εὐθὺς τῇ τρίτῃ ἡμέρᾳ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας. ἔδει γὰρ αὐτὸν ἀπελθόντα εὐθὺς γάμων τελουμένων εἰς τὴν τιμὴν αὐτῶν κληθῆναι, ἐπ᾿ εὐλογίᾳ τοῦ γάμου.

καί φησι »γάμος ἐγένετο τῇ τρίτῃ ἡμέρᾳ ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ, ἐκλήθη δὲ καὶ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ οἱ μετ᾿ αὐτοῦ εἰς τὸν γάμον«·

»καὶ ὑστερήσαντος, φησίν, οἴνου, λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ· οἶνον οὐκ ἔχουσι. καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς· τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου«.

* μετὰ τὸ ἐλθεῖν αὐτὸν ἀπὸ τῆς ἐρήμου κατὰ τὴν ἀκολουθίαν τοῦ πειρασμοῦ καὶ παραληφθῆναι εἰς Ἱερουσαλὴμ καὶ στῆναι ἐπὶ τῷ πτερυγίῳ τοῦ ἱεροῦ καὶ ἀπὸ Ἱεροσολύμων ἀνενεχθῆναι εἰς ὄρος ὑψηλὸν λίαν, ὅπερ παρὰ πολλοῖς λέγεται εἶναι τὸ Θαβὼρ ὄρος, ὃ ἑρμηνεύεται Ἰταβύριον· τοῦτο δέ ἐστιν ἐν τῇ Γαλιλαίᾳ.

ταύτην γὰρ τὴν ἀκολουθίαν ὁ Ματθαῖος ὑπέθετο, ὅς φησιν »ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἦλθεν εἰς τὴν Γαλιλαίαν«.