Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

διὸ πνευματικῶς τὴν ὑφήγησιν ποιεῖται τῆς ἄνωθεν ἀπὸ πατρὸς ἀνάρχου δωρεᾶς ἡμῖν ἐλθούσης, κατὰ εὐδοκίαν <δὲ> πατρὸς ἐν τῇ μήτρᾳ τῆς ἁγίας παρθένου οἰκονομηθείσης.

καὶ τὸ ἀναγκαίως δὲ ζητούμενον οὐκ ἀπεσιώπησεν, ἀλλὰ πνεύματι ἁγίῳ κινούμενος τὸν πρὸ τῶν αἰώνων <εἰσ>άγει ὄντα θεὸν Λόγον, ἀνάρχως καὶ ἀχρόνως ἐκ πατρὸς γεγεννημένον, ἐν σαρκὶ δὲ ἐληλυθότα δι᾿ ἡμᾶς ἐδήλωσεν, ἵνα ἀπὸ τεσςάρων εὐαγγελιστῶν τὴν πᾶσαν γνῶσιν κατά τε τὴν σάρκα καὶ κατὰ τὴν θεότητα ἀκριβῶς κατάσχωμεν.

20. Τελειωθέντων γὰρ πάντων τῶν κατὰ τὸ βάπτισμα καὶ κατὰ τὸν πειρασμόν, ἐλθόντος τοῦ Ἰησοῦ λοιπον καὶ ὀλίγων ἡμερῶν <χρόνον>, καθὼς πολλάκις εἶπον, διατρίψαντος ἔν τε τῇ Ναζαρὲτ καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ περὶ τὴν Καφαρναούμ, μετά <τε> τὸ συναντῆσαι τῷ Ἰωάννῃ ἐπὶ τοῦ Ἰορδάνου * καὶ τῇ ἐπαύριον τινὰς τῶν μαθητῶν συμπαρειληφότος, πρῶτον τοῦτο σημεῖον ἐν Κανᾷ πεποίηκε τῇ τρίτῃ ἡμέρᾳ ἀπὸ Ἰωάννου, εἰκοστῇ δὲ τῆς ἀπὸ τοῦ πειρασμοῦ ἐπανόδου, καὶ <ἄρχεται> τοῦ κηρύγματος.

οὔτε γὰρ πρὸ τοῦ πειρασμοῦ ἐν γάμῳ φάσκει τὸν Χριστὸν ἡκέναι οὔθ᾿ ὅλως τι τῶν [*](2 vgl. Clemens Al. bei Eusebius h. e. VI 14, 7; S. 550, 25 Schwartz τὸν μέντοι Ἰωάννην ἔσχατον, συνιδόντα ὅτι τὰ σωματικὰ ἐν τοῖς εὐαγγελίοις δεδήλωται, προτραπέντα ὑπὸ τῶν γνωρίμων, πνεύματι θεοφορηθέντα πνευματικὸν ποιῆσαι εὐαγγέλιον — 12ff vgl. S. 271, 4ff) [*](M U) [*](1 κηρύξας] ἐλθὼν U 2 τὰ2 < U 3 ἤδη < Μ | ἀσφαλισθέντων Μ ἐπισφαλισθέντων U 5 <δὲ> * | ἐν τῇ—παρθένου] ἐν τῆ ἁγία παρθένω ἐν μήτρα παρθενικῆ U 5f οἰκονομηθείσης < Μ 6—9 καὶ τὸ ἀναγκαίως δὲ—δι᾿ ἡμᾶς ἐδήλωσεν] καὶ οἱ λοιποὶ δὲ τὰ ἶσα τούτοις συμφώνως εἰπόντες ὧν ἦν χρεία ἐπεμελήσαντο· ὁ δὲ Ἰωάννης καὶ τὴν πρόσθεσιν U 6 ἀπεσιώπησεν *] ἐπεσιώπησεν Μ 7 <εἰσ>άγει *, vgl. S. 278, 8 10 γνῶσιν < U 10f ἀκρίβειαν U 13—19 πειρασμὸν ἐλθόντος — τοῦ κηρύγματος] πειρασμὸν αὐτοῦ εὐθὺς ἐλθόντος καὶ συμπαρειληφότος τοὺς μαθητὰς τοῦτο πρῶτον σημεῖον πεποίηκε τῆ τρίτη ἡμέρα τοῦ κηρύγματος ἐν κανᾶ κανᾶ τῆς γαλιλαίας U 13f <χρόνον> * 14 τὴν Ναχαρὲθ Μ 15 <τε> * 16 * <ἀνακάμψαντος εἰς τὴν Γαλλιλαίαν > *, <διελθόντος διὰ τοῦ Ἰορδάνου> Jül. 19 <ἄρχεται> *, nach S. 278, 1 vgl. S. 273, 1ff 20 ἡκέναι] ἐλθεῖν Μ | οὐδ᾿ ὅλως] οὐ γὰρ ὅλως U)

278
θεοσημείων εἰργάσατο <πρὶν> ἢ τοῦ κηρύγματος ἤρξατο, εἰ μή τι ἃ λέγεται περὶ αὐτοῦ ἐν παιγνίῳ ὅτε παιδίον ἦν πεποιηκέναι.

ἔδει γὰρ καὶ παιδικὰ ἔχειν αὐτὸν σημεῖα, ἵνα μὴ πρόφασις γένηται ταῖς ἄλλαις αἱρέσεσι λέγειν ὅτι ἀπὸ τοῦ Ἰορδάνου ἦλθεν<ν ὁ> Χριστὸς εἰς αὐτόν, ὅπερ ἐστὶν ἡ περιστερά· τοῦτο γάρ φασι διὰ τὴν ψῆφον τοῦ ωݲ καὶ ἄλφα, ὅ ἐστι περιστεερά, ἐπείπερ ἔφη ὁ σωτήρ »ἐγώ εἰμι τὸ ᾱ καὶ ἐγώ εἰμι τὸ ωݲ«.

διὸ καὶ ἐν τῷ δωδεκάτῳ ἔτει τῆς γεννήσεως αὐτοῦ εἰσάγει τὸν Ἰησοῦν ὁ Λουκᾶς εἰρηκότα πρὸς τὴν Μαριὰμ ζητοῦσαν αὐτόν, ἡνίκα τοῖς διδασκάλοις προσδιελέγετο ἐν Ἱεροσολύμοις·

»οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ με εἶναι;«, ἵνα πέσῃ ὁ λόγος τῶν λεγόντων ὅτι ἀπὸ τοῦ χρόνου τοῦ βαπτίσματος υἱὸς γέγονεν θεοῦ, ἐλθούσης εἰς αὐτὸν τῆς περιστερᾶς, ἥν φασιν εἶναι τὸν Χριστόν, καὶ ἵνα σαφῶς γνωσθῇ ὅτι ἄνωθεν ἐπεδήμησεν ὁ θεὸς Λόγος καὶ ἐλθὼν ἐσαρκώθη ἀπὸ Μαρίας καὶ ἐν τῷ Ἰορδάνῃ κατῆλθεν ἐπ᾿ αὐτὸν τὸ πνεῦμα,