Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

17. Οὐκ ἐάσει γὰρ χώραν ἡ τοσαύτη ἀκριβὴς ἀπόδειξις τοῖς ἐναντιουμένοις ἑαυτοῖς· οὐ γὰρ λέγω τῇ ἀληθείᾳ, ἐπεὶ μηδὲ δύνανται.

δηλοῦται γὰρ ὅτι ἀπὸ βαπτίσματος ἡ ἀρχὴ τῆς λοιπῆς πραγματείας γέγονεν· οὕτω γὰρ δείκνυται ὡς ὁ κύριος μετὰ τὴν ἡμέραν τοῦ βαπτίσματος ἐν τῷ πειρασμῷ γέγονε τῶν τεσσαράκοντα ἡμερῶν ἐν τῇ ἐρήμῳ περὶ ὧν τῷ πνεύματι τῷ ἁγίῳ διὰ Ἰωάννου οὐ πεφρόντισται σημᾶναι· ἤδη γὰρ ἦν τοῦτο διὰ τῶν τριῶν εὐαγγελιστῶν λιστῶν σημανθέν.

καὶ πάλιν τοῖς ἄλλοις εὐαγγελισταῖς περὶ τῶν ἄλλων οὐ πεφρόντισται, διὰ τὸ ἕκαστον ἀφ᾿ ἑκάστου βοηθείσθαι. καὶ γὰρ παρὰ πάντων συλλεγομένη ἡ ἀλήθεια δείκνυται μία τις οὖσα καὶ πρὸς ἑαυτὴν μὴ στασιάζουσα.

ἐκεῖθεν γὰρ εὐθὺς ἀπὸ τοῦ πειρασμοῦ, ὡς ἔφην, εἰς τὴν Ναξαρὲτ ἔρχεται καὶ μένει ἐκεῖ, οὔπω τινὸς μαθητοῦ μετ᾿ αὐτοῦ ὄντος. κἀκεῖθεν κατέρχεται πρὸς τὸν Ἰωάννην, ὅτε εὐθὺς διὰ τοῦ Ἀνδρέου καλεῖται ὁ Πέτρος, εἶτα Φίλιππος καὶ διὰ Φιλίππου Ναθαναήλ.

μηδεὶς δὲ καὶ τοῦτο ἀμφιβάλλων περιεργαζέσθω, ὁρῶν ὅτι Ἀνδρέας πρῶτος ὑπήντησε τῷ Ἰησοῦ, ἔπειτα Πέτρος καὶ δι᾿ αὐτοῦ ἐκλήθη, ἵνα ἄρξηται καὶ περὶ τούτου ἀσχάλλειν.

ἡ μὲν γὰρ συνάντησις τῷ Ἀνδρέᾳ πρώτῳ γεγένηται, μικροτέρῳ ὄντι τοῦ Πέτρου τῷ χρόνῳ τῆς ἡλικίας· ὕστερον δὲ πάλιν, ὅτε ἡ τελεία αὐτοῖς ἀπόταξις γεγένηται, ἀπὸ τοῦ Πέτρου γέγονεν. ἀφηγεῖτο γὰρ τοῦ ἰδίου ἀδελφοῦ καὶ ᾔδει ὁ κύριος τοῦτο, ὅτι θεός ἐστιν εἰδὼς τὰς κλίσεις τῶν καρδιῶν καὶ γινώσκων τίς ἐν πρώτοις ἔξιος τάττεσθαι, καὶ ἐξελέξατο τὸν Πέτρον ἀρχηγὸν εἶναι τῶν αὐτοῦ μαθητῶν, ὡς πανταχοῦ σαφῶς ἀποδέδεικται.

μετέπειτα γὰρ [*](18f vgl. c. 16,3; S. 271, 4f) [*](M U) [*](6 τολμόντων M 16 ἀφ᾿] ἀπὸ M 17 γὰρ < U | παρὰ] ἀπὸ? * 19 Ναζαρὲθ M 20 ὄντως M | τὸν < U 22 vor Ναθαναὴλ + ὁ U 23 ὑπήντησε] παρῆς τότε M 24 ἵνα *] καὶ MU 25 πρώτη U | γέγεννηται M 26 μικροτέρου ὄντος U | δὲ *] γὰρ MU 27 αὐτοῖς < M | τοῦ < M | γεγένηται U 28 ἀφηγεῖτο γὰρ] ἐπειδὴ γὰρ καὶ αὐτὸς ἀφηγεῖτο U | ᾔδει ὁ κύριος *] ἔτι δὲ κατὰ U ὅτι δὲ κατὰ M 29 κλίσεις Pet.] κλήσεις M U 31 πανταχοῦ] πάντη U)

274
ἐλθόντων αὐτῶν καὶ μεινάντων παρ᾿ αὐτῷ τὴν πρώτην ἡμέραν ὡς ἔφην, τῇ δευτέρᾳ ὁδευσάντων, τῇ τρίτῃ δὲ ἡμέρᾳ τοῦ θεοσημείου τοῦ πρώτου γενομένου, [καὶ] τινῶν συνόντων αὐτῷ (οὐ τοῦ Ἀνδρέου οὐδὲ τοῦ Πέτρου οὐδὲ τοῦ Ἰωάννου οὐδὲ τοῦ Ἰακώβου, ἀλλὰ τῶν περὶ Ναθαναὴλ καὶ Φίλιππον καὶ ἄλλων τινῶν, ὡς ἔστι συνιέναι),

ἑξῆς λοιπὸν μετὰ τὸ ἐλθεῖν αὐτὸν εἰς Καφαρναοὺμ καὶ ἀνελθεῖν λάλιν εἰς Ναζαρὲτ κἀκεῖθεν πάλιν εἰς Καφαρναοὺμ καὶ ποιῆσαι μέρος τι τῶν σημείων, ἀνῆλθεν πάλιν εἰς Ναζαρὲτ καὶ ἀνέγνω τὸ βιβλίον Ἠσαΐου τοῦ προφήτου, ὅπου λέγει »πνεῦμα κυρίου ἐπ᾿ ἐμέ, οὗ εἵνεκεν ἔχριςέν με εὐαγγελίσασθαι πτωχοῖς« καὶ τὰ ἑξῆς. ἦν δὲ μετὰ τὴν ἡμέραν τῶν Ἐπιφανείων τοῦτο γινόμενον μετὰ ἡμέρας τινάς.

καὶ μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην κατελθὼν πάλιν εἰς Καφαρναοὺμ λοιπὸν κατῴκησεν, ὅτε ἡ τελεία κλῆσις τῶν περὶ Πέτρον καὶ Ἰωάννην γεγένηται, ἐλθόντος αὐτοῦ παρὰ τὴν λίμνην Γεννησαρέθ. καὶ οὕτως ἡ πᾶσα ἀκολουθία ἀναλογῖται, οὐδενὸς ἀντιθέτου ὑπάρχοντος, ἀλλὰ πάσης τῆς τῶν εὐαγγελίων πραγματείας τηλαυγεστάτης οὔσης καὶ ἐν ἀληθείᾳ κεκηρυγμένης.