Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ εὑρίσκεται τὸ πρῶτον σημεῖον τῆς τοῦ ὕδατος εἰς οἶνον μεταβολῆς ἐν τῷ τέλει τοῦ τριακοστοῦ ἔτους ποιήσας ὁ Χριστός, ὡς ἔστιν σοι καταληπτέον ταῖς [*](4ff die hier bezeugte Verbindung der Feier der Hochziet zu Kana mit dem Epiphanienfest (= dem 30. Geburtstag Christi) geht bis in die Anfänge des Epiphanienfestes zurück; vgl. im Osten Const. apost. V 13, 2; S. 269, 15f Funk; im Abendland höchstwahrscheinlich schon Ambrosius de virg. III 1; Migne 16,219f vides quantus ad natalem sponsi tui populus convenerit …. hic est qui rogatus ad nuptias aquam in vina convertit, jedenfalls Paulinus Nol. carm. 27 v. 45ff; CSEL XXX 264 Maximus Taur. hom. 23; Migne 57,272ff Petrus Chrysol. sermo 157; Migne 52, 615A Ps. Augustin sermo 136; Migne 39,2015 Polemius Silvius calend. (CJL I 335 = I2 257) S. Epiphania, quo die interpositis temporibus visa est stella magis, quae dominum natum nunciabat et aqua vinum facta Isidorus Hispal. de off. I 26, dazu die Meßbücher sacr. Gregor. Migne 78,39 sacr. Gallic. Migne 72, 178 miss. Gothic. sowohl in der Vigilie, als in der Liturgie des 6. Januar mozarabische Lit. Migne 85, 176) [*](M U ) [*](ἐν αὐτῆ γὰρ εὑρίσκεται τῆ ἡμέρα τῆς αὐτοῦ κατὰ σάρκα γεννήσεως πεποιηκὼς τὸ πρῶτον πάλιν σημεῖον τοῦ ὕδατος εἰς οἶνον ἐν τῶ πληρῶσαι αὐτὸν τριάκοντα ἔτη ὡς πολλάκις εἶπον ἀπὸ τῆς ἐνσάρκου αὐτοῦ γεννήσεως τε καὶ παρουσίας, ὡς ὑποτίθεται ἡμῖν συνιέναι καὶ καταλαμβάνειν ἡ τῶν εὐαγγελίων ἀκρίβεια τε καὶ ἀκολουθία. καὶ λοιπὸν ἀπὸ τοῦ πρώτου σημείου τούτου τά τε ἄλλα σημεῖα καὶ τὸ κήρυγμα λοιπὸν καὶ τὰ ἄλλα πάντα τῆς θαυμαστῆς αὐτοῦ πληρώσεως τῆς φιλανθρωπίας καὶ εὐαγγελικῆς θαυματουργίας τε καὶ διδασκαλίας ὡς πολλάκις ἔφην καὶ θηρᾶσθαι ἑαυτοῖς τὰ τῆς ἀπιστίας καὶ τοῦ ἀντικλέγειν τῶ ἁγίω πνεύματι καὶ τῆ θαυμαστῆ τῶν εὐαγγελίων ἀκουθία. πάντη γὰρ τοὺς ἐναντιουμένους τῶ ἁγίω εὐαγγελίω προλήψεται ἡ τοσαύτη ἀκριβολογία δηλοῦσα ὅτι ἀπὸ τοῦ βαπτίσματος ἡ ἀρχὴ τῆς λοιπῆς πραγματείας ὡς ἔχει οὕτως· ὅτι ἔπειτα μετὰ τὴν ἡμέραν τοῦ βαπτίσματος ἐν τῶ πειρασμῳ γενομένου αὐτοῦ τῶν τεσσαράκοντα ἡμερῶν ἐν τῆ ἐρἠμω περὶ θεοῦ τῶ πνεύματι τῶ ἁγίω διὰ Ἰωάννου οὐ πεφρόντισται σημᾶναι· ἤδη γὰρ ἦν τοῦτο διὰ τῶν τριῶν εὐαγγελιστῶν σημανθέν.) [*](5 γεννήσεως *] γενέσεως M)

273
τῶν εὐαγγελίων ἀκολουθίαις προσσχόντι ἀκριβῶς.

λοιπὸν δ᾿ ἀπὸ τοῦ πρώτου σημείου τούτου τά τε ἄλλα σημεῖα ἐργάζεται καὶ τὸ κήρυγμα διδάσκει, δεικνυμένης εἰς ἅπαντας ἀνθρώπους τῆς θαυμαστῆς καὶ ἀρρήτου αὐτοῦ φιλανθρωπίας καὶ εὐαγγελικῆς θαυματουργίας, ὡς πολλάκις ἠναγκάσθην φῆσαι διὰ τὴν τῶν ἠπατημένων ἀγνωσίαν τῶν ἀντιλέγειν ἀκολούθως ἐκτεθείσῃ.

17. Οὐκ ἐάσει γὰρ χώραν ἡ τοσαύτη ἀκριβὴς ἀπόδειξις τοῖς ἐναντιουμένοις ἑαυτοῖς· οὐ γὰρ λέγω τῇ ἀληθείᾳ, ἐπεὶ μηδὲ δύνανται.

δηλοῦται γὰρ ὅτι ἀπὸ βαπτίσματος ἡ ἀρχὴ τῆς λοιπῆς πραγματείας γέγονεν· οὕτω γὰρ δείκνυται ὡς ὁ κύριος μετὰ τὴν ἡμέραν τοῦ βαπτίσματος ἐν τῷ πειρασμῷ γέγονε τῶν τεσσαράκοντα ἡμερῶν ἐν τῇ ἐρήμῳ περὶ ὧν τῷ πνεύματι τῷ ἁγίῳ διὰ Ἰωάννου οὐ πεφρόντισται σημᾶναι· ἤδη γὰρ ἦν τοῦτο διὰ τῶν τριῶν εὐαγγελιστῶν λιστῶν σημανθέν.

καὶ πάλιν τοῖς ἄλλοις εὐαγγελισταῖς περὶ τῶν ἄλλων οὐ πεφρόντισται, διὰ τὸ ἕκαστον ἀφ᾿ ἑκάστου βοηθείσθαι. καὶ γὰρ παρὰ πάντων συλλεγομένη ἡ ἀλήθεια δείκνυται μία τις οὖσα καὶ πρὸς ἑαυτὴν μὴ στασιάζουσα.

ἐκεῖθεν γὰρ εὐθὺς ἀπὸ τοῦ πειρασμοῦ, ὡς ἔφην, εἰς τὴν Ναξαρὲτ ἔρχεται καὶ μένει ἐκεῖ, οὔπω τινὸς μαθητοῦ μετ᾿ αὐτοῦ ὄντος. κἀκεῖθεν κατέρχεται πρὸς τὸν Ἰωάννην, ὅτε εὐθὺς διὰ τοῦ Ἀνδρέου καλεῖται ὁ Πέτρος, εἶτα Φίλιππος καὶ διὰ Φιλίππου Ναθαναήλ.