Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὡς καὶ ἀπὸ τοῦ λόγου Ἰωάννου δειχθήσεται, φήσαντος οὕτως ὅτε εἶδεν αὐτὸν ἐρχόμενον τῇ ἐπαύριον [λέγει] »ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου«. καὶ πάλιν τῇ ἄλλῃ ἡμέρᾳ ὡς εἶδεν αὐτὸν περιπατοῦντα ἔφη· »οὗτός ἐστι περὶ οὗ εἶπον ὑμῖν, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν«· [*](20ff eine ähnliche Zwischeneinschiebung von Joh. 1, 35—2, 11 zwischen die Versuchungsgeschichte und die Berufung der ersten Jünger schon bei Tatian, vgl. Zahn Forsch. I 125ff u. Hippolyt, vgl. dessen capp. adv. Caj. aus Dionysius bar Salibi in ev. Joh. bei Labriolle, sources de l᾿hist. du Mont. p. LXXIII — 21 vgl. Matth. 4, 12 Mark. 1, 14 Luk. 4, 14 — 25 Joh. 1, 29 — 26ff Joh. 1, 35f. 30) [*](M U) [*](2 ἐμβλέψας + δὲ U | ὁ2 < U S u. 9 Ναζαρὲθ Μ 10 ὁ < Μ 15 βασιλεὺς εἶ U | αὐτῷ < U 16 ὅτι2 < U 17 μείζω U 20 δείξῃ + ὅτι Μ 21 τὰς < Μ 22 Ναζαρὲθ Μ 25 [λέγει] *] λέγει Μ εἶπεν U 27 ἐστι, ebenso S. 267, 3] ἦν S. 267, 9; viell. richtiger 28 ἐρχόμενος + ὅτι Μ | γέγονεν, ὅτι πρῶτός μου < Μ)

267
»καὶ ἐμαρτύρησε, φησίν, Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα ἐν εἴδει περιστερᾶς καταβαῖνον καὶ ἐρχόμενον ἐπ᾿ αὐτόν«.

τὸ δὲ »ἐμαρτύρησε« καὶ τό »οὗτός ἐστιν ὃν εἶπον ὑμῖν«, ὡς ἤδη περὶ ἄλλου καὶ ἄλλου καιροῦ παρῳχημένου λέγων, ἵνα δείξῃ οὐ τὸν αὐτὸν εἶναι καιρὸν τοῦτον ἐκείνῳ τῷ τοῦ βαπτίσματος χρόνῳ, ἀλλὰ ἄλλον παρ᾿ ἐκεῖνον.

οὔτε γὰρ εὐθὺς ἀπὸ τοῦ πειρασμοῦ πρὸς τὸν Ἰωάννην ἀφικνεῖται, ἀλλὰ πρῶτον μὲν εἰς τὸν Γαλιλαίαν, ἔπειτα δὲ ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην, ὅπερ ἦν τοῦτο πρὸς τὸν Ἰωάννην *· διὸ λέγει ὅτι »οὗτος ἦν ὃν εἶπον ὑμῖν« καὶ ἔτι τὸ εὐαγγέλιόν φησι »καὶ ἐμαρτύρησεν Ἰωάννης ὅτι τεθέαμαι«, ὡς ἤδη τοῦ πράγματος πρὸς καιρου τινος γεγονότος.

14. Μετὰ ταῦτα ἀρχὴ κλήσεως τῶν περὶ Πέτρον ἀπὸ Ἀνδρέου σημαίνεται. ἀνῆλθε γὰρ παρ᾿ αὐτῷ Ἀνδρέας εἷς τῶν δύο τῶν ἀκολουθησάντων αὐτῷ, μαθητευομένων μὲν παρ᾿ Ἰωάννου, ἔτι δὲ ἐν τῇ Γαλλιλαίᾳ παραμενόντων καὶ <κατὰ> καιροὺς τῷ Ἰωάννῃ σχολαζόντων.

καὶ εὐθὺς μείναντος Ἀνδρέου ἐκείνην τὴν ἡμέραν (ὥρα ἦν ὡς δεκάτη), συμβέβνκεν αὐτῇ τῇ ἡμέρᾳ ἀπαντῆσαι αὐτὸν τῷ ἰδίῳ ἀδελφῷ Σίμωνι καὶ εἰπεῖν τὰ προειρημένα, ὅτι εὑρήκαμεν Μεσσίαν, καὶ ἀγαγεῖν αὐτὸν πρὸς τὸν κύριον καὶ τὰ ἑξῆς, [καὶ] ὡς ἔχει ἡ ἀκολουθία, ὅτι εἶπεν αὐτῷ· σὺ κληθήσῃ Κηφᾶς.

»καὶ τῇ ἐπαύριον ἠθέλησεν, φησίν, ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰνσοῦς· ἀκολούθει μοι. ἦν δὲ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου«.

καὶ ὁρᾷς ὅτι τοῦτο διανοηθῆναι ἡμῖν δίδωσιν ὅτι τῶν δύο τῶν ἀκολουθησάντων, μαθητευομένων μὲν τῷ Ἰωάννῃ, μόνον ἑνὸς τὸ ὄνομα εἴρηκεν ὅτι Ἀνδρέας ἦν, τοῦ δὲ ἄλλου οὐκ εἴρηκεν·

ὡς διανοεῖσθαι ἡμᾶς τοῦτον [εἶναι] οὗ τὸ ὄνομα οὐκ εἴρηκε, διὰ τὸ ὁμόχωρον διὰ τὸ σύσκηνον διὰ τὸ ὁμότεχνον διὰ τὸ ὁμοεργὲς ἢ τὸν Ἰωάννην εἶναι ἢ τὸν Ἰάκωβον, ἕνα <δὲ> τῶν υἱῶν Ζεβεδαίου.

ἔδει γὰρ τούτους πρῶτον κληθῆναι, [*](1 Joh. 1, 23 — 7 vgl. Matth. 4, 12f u. Par. — 13 vgl. Joh. 1, 40 — 16 vgl. Joh. 1, 39ff — 20—23 vgl. Joh. 1, 43f) [*](M U) [*](1 τεθέαμαι + φησὶ M 2 τὸ *] ὅτι MU 5 ἐκείνῳ τῷ . . . χρόνῳ *] ἐκεῖνον τὸν . . . χρόνον ΜU 7 τῆς < U 8 * etwa <δεύτερον ἀπάντημα> * 9 ἦν] vgl. zu S. 266, 27 | ἔτι *] ὅτι MU 15 <κατὰ> * 18 μεσίαν M 19 [καὶ] * 21 φησίν < Μ 23 ἐκ τῆς πόλεως < Μ | τοῦτο *] τὸ MU 25 μόνον *] ἐξ ὧν MU 26 [εἶναι] * 27 ὁμόχωρον] ὅμορον Μ 29 <δὲ> *)

268
ἔπειτα τὸν Φίλιππον, κατὰ τὴν ἀκολουθίαν ὡς τέτακται ἐν τοῖς εὐαγγελίοις· Πέτρος πρῶτος, ἐπειτα Ἀνδρέας, εἶτα Ἰάκωβος, εἶτα Ἰωάννης, μετὰ τούτους Φίλιππος. ἀλλὰ περὶ τούτων τὰ νῦν ἐάσθω λέγειν· πολλὴ γάρ ἐστιν τῆς πραγματείας ταύτης ἡ ἀκολουθία.

15. Εἰς δὲ τὸ ζητούμενον ἀνακαμπτέον * ὅπερ ἐστὶ κατανοῆσαι, ὅτι καθάπερ τῷ Ἰωάννῃ ἤδη μαθητευόμενοι * καὶ τὸν ἰδίαν τέχνην ἐργαζόμενοι καὶ τῇ μαθητείᾳ προσανέχοντες, ὡσαύτως καὶ παρὰ τῷ Ἰσηοῦ ποιήσαντες πρώτην ἡμέραν, τῇ ἑξῆς ἀπελθόντες πάλιν ἐν τῇ ἁλείᾳ ἐσχόλαζον, ὡς ἔχουσιν αἱ ἀκολουθίαι τῶν ἑτέρων εὐαγγελίων.

μετὰ γὰρ τὸ τῇ αὔριον ἐξελθεῖν τὸν Ἰησοῦν εὐθὺς ἡ ἀκολουθία φάσκει ὅτι »τῇ τρίτῃ ἡμέρᾳ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἦν ἐκεῖ ἡ μήτηο τοῦ Ἰησοῦ· ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον".