Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

φαςὶ γὰρ οἱ ἐν τῇ πείρᾳ τούτων γεγονότες ταῦτα τὰ εἴδη ἀπελαστικὰ εἶναι ἑρπετῶν ἰοβόλων· καὶ τὴν μὲν δίκταμνον τίκταμνον τινὲς καλοῦσιν ἀπὸ τοῦ τοὺ παῖδας τῶν ἰατρῶν κεχρῆσθαι ταύτῃ εἰς τὴν τῶν τικτουςῶν γυναικῶν βοήθειαν. ὥστε ἀφ᾿ ἡμῶν εἰκότως ἀπεικάζεσθαι εἰς τὸν ἄνωθεν ἐλθόντα θεὸν Λόγον ἀπὸ τῶν ἐπουρανίων, ἐκ πατρὸς ἀχρόνως καὶ ἀνάρχως γεγεννγμένον.

φησὶ γὰρ ὁ Σολομῶν περὶ τῆς ἄφρονος καὶ φαύλης γυναικὸς ὅτι »μισεῖ λόγον ἀσφαλείας«· οὕτως καὶ οὗτοι τὰ στερεὰ τοῦ κηρύγματος μεμισήκασιν, ἐπίγειοι ὄντες καὶ πρὸς τὰ ἐπουράνια ἀπεχθανόμενοι.

ὅθεν δεδιότες τὴν φωνὴν τοῦ ἁγίου πνεύματος τὴν λέγουσαν »φωνὴ κυρίου καταρτιζομένη ἐλάφους« * τοῦ εἰπόντος τοῖς ἑαυτοῦ δούλοις καὶ ἀποστόλοις »ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν πατεῖν ἐπὶ ὄφεις καὶ σκορπίους πίους καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ«.

αὕτη γὰρ ἦν ἡ φωνὴ ἡ καταρτιζομένη ἐλάφους, ἡ δοθεῖσα εἰς τὸν κόσμον διὰ τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν καταπατῆσαι τὴν τοῦ διαβόλου ἐναντιότητα· ἐξ ὧν <ὢν> ὁ ἅγιος Ἰωάννης ἀκρότατα ἐπέστησε καὶ διήλεγξα [*](P 423) τὴν δύναμιν τῶν πεπλανημένων καὶ ὀφιομόρφων.