Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

κέχρηται γὰρ οὐ μόνον τῇ τεσσαρεσκαιδεκάτῃ, ἀλλὰ καὶ τῇ ἑβδομάδι τῇ κατὰ περίοδον ἀναδυκλουμένῃ <ἐν τῇ> τάξει τῶν τοῦ σαββάτου ἑπτὰ ἡμερῶν, ἵνα κατὰ τὰ ὑπὸ τοῦ κυρίου γενόμενα <ὡς> κατὰ τὸ πρωτότυπον εἴη ἡ ἀνάστασίς τε καὶ εὐωχία.

καὶ κέχρηται οὐ μόνον τῇ τεσσαρεσκαιδεμάτῃ τῆς σελήνης, ἀλλὰ καὶ τῷ δρόμῳ τοῦ ἡλίου, ἵνα μὴ ἐν ἑνὶ ἐνιαυτῷ δύο Πάσχα ποιοῦντες ἐν τῷ ἑτέρῳ μηδὲ ἓν Πάσχα τελέσωμεν.

διὸ παρατηρούμεθα μὲν τὴν τεσσαρεσκαιδεκάτην, ὑπερβαίνομεν δὲ τὴν ἰσημερίαν φέρομέν τε ἐπὶ τὴν ἁγίαν κυριακὴν τὸ τέλος τῆς συμπληρώσεως· λαμβάνομεν δὲ τὸ πρόβατον ἀπὸ δεκάτης, <τὸ> ὄνομα Ἰησοῦ ἐπιγνόντες διὰ τοῦ ἰῶτα, ἵνα μὴ λάθῃ ἡμᾶς μηδὲν τῶν κατὰ τὴν ἀλήθειαν πᾶσαν τῆς ζωτικῆς ταύτης τοῦ Πάσχα * τῆς ἐκκλησιαστικῆς καὶ ἀληθινῆς πραγματείας.

ὑπερβήσομαι δὲ καὶ τοῦτο τὸ ἐμφύσημα τοῦ βαιῶνος εἴτ᾿ οὖν φυσάλου ὄφεως, διὰ τῆς τοῦ Χριστοῦ δυνάμεως ἐπισφραγισάμενος καὶ ἐπὶ τὰς ἑξῆς τὸν νοῦν προτείνων, θεὸν συνήθως ἐπικαλούμενος εἰς βοήθειαν. |

Καθεξῆς δὲ τούτων τῶν αἱρέσεων μετὰ τὴν κατὰ Φρύγας τε καὶ Κυϊντιλλιανοὺς καὶ Τεσσαρεσκαιδεκατίτας οὕτω καλουμένους, ἀνεφύη τῷ βίῳ αἵρεσις ἑτέρα, ὥσπερ ἑρπετὸν ἀσθενές, μὴ δυνάμενος [*](11ff vgl. haer. 51, 26 u. 70,11; dazu Duchesne, revue des questions historiques 28,40ff — 21 ff vgl. Irenaeus adv. haer. III 11, 9; II 51 Harvey Cajus bei Dionysius bar Salibi in apoc. = Corp. scr. christ. or. series II T. 101 S. 4,4ff 11, 16ff 12,24ff 13,17ff 14, 10ff 15,3ff = I 241ff Achelis = E. Schwartz, Abh. Gött. Ges. d. W. 1904 S. 36ff Dionysius Al. bei Eusebius h. e. VII 25, 1ff; S. 609,11ff Schwartz Filastrius haer. (59) 60 (schöpft aus Epiph.)) [*](Μ U) [*](1 τοῦ < Μ | χρείας] πραγματείας? *, vgl. z. 14 2f συλλέγουσα — τῆς ἀληθείας < Μ 4 <ἐν τῇ>* 5 vor τοῦ σαββάτου + τούτου Μ 6 <ὡς> * | ἡ < U 8 δρόμῳ] ἀριθμῶ Μ | ἐν1 < U 10 τε *] δὲ MU 12 <τὸ> * | vor Ἰησοῦ + τοῦ U | ἐπιγνῶτες Μ | τοῦ *] τὸ MU 14* etwa <ἑορτῆς διὰ>? * 15 βαιῶνος *] βέωνος U βαίτωνος Μ | εἴτ᾿ οὖν] ἢ τοῦ Μ 16 ἐπισφραγισμένος Μ 18 Unterschrift: κατὰ τεσσαρεσκαιδεκατιτῶν εἰκοστὴ θݲ ἡ καὶ νݲ Μ 20 αὐτοῦ < U | ἀποκάλυψιν + ἣν ἐκάλεσεν ἀνόητων U | λݲαݲ] λݲ M | τῆς δὲ ἀκολουθίας] ἢ καὶ MU 21 τὴν] τὰ Μ; τοὺς?*)

249
ἀντισχεῖν πρὸς τὴν ὀσμὴν τῆς δικτάμνου εἴτ᾿ στύρακος ἢ λιβανωτίδος ἢ τῆς ἀβροτόνου ἢ τῆς ὀσμῆς τῆς ἀσφάλτου ἢ τοῦ θυμιάματος ἢ τοῦ λίθου τοῦ γαγάτου ἢ τοῦ κέρατος τῆς ἐλάφου.

φαςὶ γὰρ οἱ ἐν τῇ πείρᾳ τούτων γεγονότες ταῦτα τὰ εἴδη ἀπελαστικὰ εἶναι ἑρπετῶν ἰοβόλων· καὶ τὴν μὲν δίκταμνον τίκταμνον τινὲς καλοῦσιν ἀπὸ τοῦ τοὺ παῖδας τῶν ἰατρῶν κεχρῆσθαι ταύτῃ εἰς τὴν τῶν τικτουςῶν γυναικῶν βοήθειαν. ὥστε ἀφ᾿ ἡμῶν εἰκότως ἀπεικάζεσθαι εἰς τὸν ἄνωθεν ἐλθόντα θεὸν Λόγον ἀπὸ τῶν ἐπουρανίων, ἐκ πατρὸς ἀχρόνως καὶ ἀνάρχως γεγεννγμένον.

φησὶ γὰρ ὁ Σολομῶν περὶ τῆς ἄφρονος καὶ φαύλης γυναικὸς ὅτι »μισεῖ λόγον ἀσφαλείας«· οὕτως καὶ οὗτοι τὰ στερεὰ τοῦ κηρύγματος μεμισήκασιν, ἐπίγειοι ὄντες καὶ πρὸς τὰ ἐπουράνια ἀπεχθανόμενοι.

ὅθεν δεδιότες τὴν φωνὴν τοῦ ἁγίου πνεύματος τὴν λέγουσαν »φωνὴ κυρίου καταρτιζομένη ἐλάφους« * τοῦ εἰπόντος τοῖς ἑαυτοῦ δούλοις καὶ ἀποστόλοις »ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν πατεῖν ἐπὶ ὄφεις καὶ σκορπίους πίους καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ«.

αὕτη γὰρ ἦν ἡ φωνὴ ἡ καταρτιζομένη ἐλάφους, ἡ δοθεῖσα εἰς τὸν κόσμον διὰ τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν καταπατῆσαι τὴν τοῦ διαβόλου ἐναντιότητα· ἐξ ὧν <ὢν> ὁ ἅγιος Ἰωάννης ἀκρότατα ἐπέστησε καὶ διήλεγξα [*](P 423) τὴν δύναμιν τῶν πεπλανημένων καὶ ὀφιομόρφων.

2. Ἀλλὰ οὐκ ἰσχύσουσιν ἐν τῇ κιβωτῶν οἱ τοιοῦτοι. ἐπιτρέπειται γὰρ ὁ ἅγιος Νῶε κατὰ τὸ ῥῆμα κυρίου ἐπασφαλίσασθαι τὴν τοιαύτην, ὥς φησι πρὸς αὐτόν »ἀσφαλτώσεις αὐτὴν ἔσωθεν καὶ ἔξωθεν«, ἵνα δείξῃ τὸ εἶδος τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας, ἐχούσης τῆς ἀσφάλτου τὴν δύναμιν, τὴν ἀποδιώκουσαν τὰ δεινὰ καὶ ὀλετήρια ἑρπετώδη διδάγματα· ὕπου γὰρ θυμιᾶται ἡ ἄσφαλτος, οὐκ ἰσχύει στῆναι ὄφις.

ἐκάρωσε τοίνυν αὐτοὺς τὸ ἅγιον θυμίαμα τοῦ στύρακος καὶ παραι- [*](10 Pron. 11, 15 — 13 Psal. 28, 9 — 15 Luk. 10, 19 — 23 Gen. 6, 14; vgl. Αugustin c. Faust. Manich. XII 14; Migne 42, 262) [*](M U) [*](1 εἴτ᾿ οὒν] ἤτουν Μ ἤτοι U 1f λιβανίτιδος U 2 τῆς3] τοῦ U 3 ἢ 10 < Μ 4 ἐν τῇ πείρᾳ τούτων γεγονότες *] ἐν συνηθεία γεγονότες τῆν πείρα τούτων Μ ἐν τῆ συνηθεία γεγονότες καὶ διὰ πείρας τούτων U 5 vor ἰοβόλων + καὶ U | τίκταμνον < U 8 λόγον θεὸν U 9f Σαλομῶν Μ 11 οὕτω Μ 12 πρὸς < Μ 14 * etwa <ἐκβάλλουσιν τὸ κήρυγμα περὶ τοῦ θεοῦ Λόγου> * | αὐτοῦ U 17 δώσασα Μ 18 ἀποστόλων + καὶ τῶν αὐτῶν λόγων Μ | vor εὐαγελιστῶν + τῶν Μ 19 <ὢν> * 21 ἰσχύουσιν U 24 τοῦ < Μ 26 ἡ < Μ | ἰσχύσει U 27 αὐτοὺς] τούτους U)

250
τοῦνται τούτου τὴν εὐωδίαν καὶ * τῆς ἀβροτόνου εἴτ᾿ οὖν λιβανωτίδος ἡ δύναμις, κατ᾿ αὐτοῦ τοῦ ὄφεως ἐπιφύσασα καὶ ἐπάνω τοῦ λωλεοῦ αὐτοῦ ἐκβλαστήσασα.

ἔνθα γὰρ τὸν Χριστὸν ἐκ παρατριβῆς ψιλὸν ἄνθρωπον ἐκήρυττεν ὁ Ἐβίων καὶ ὁ Κήρινθος καὶ οἱ ἀμφ᾿ αὐτούς, φημὶ δὲ ἐν τῇ Ἀσίᾳ, ἐκεῖ τὸ πνεῦμα τὸ ἅγιον ἀνέτειλε τῷ κόσμῳ ταύτην τὴν ἁγίαν βοτάνην εἴτ᾿ οὖν θάμνον, τὴν ἀποδιώξασαν τὸν ὄφιν καὶ λύσασαν τὴν τοῦ διαβόλου τυραννίδα.

ἐκεῖ γὰρ ὁ ἅγιος Ἰωάννης μεθ᾿ ἡλικίαν γηραλέαν ἐπιτρέπεται ὑπὸ τοῦ πνεύμετος τοῦ ἁγίου κηρῦξαι καὶ ἀνακάμψαι τοὺς ἐν τῇ ὁδῷ πεπλανημένους· οὐ μετὰ ἀνάγκης, ἀλλὰ μετὰ προαιρέσεως τοῖς πειθομένοις ἀποκαλύψας θεοῦ τὸ φῶς τὸ ἐν τῇ ἁγίᾳ θεοῦ διδασκαλίᾳ.

ἀλλ᾿ ἕως πότε μηκύνω τὸν λόγον; καὶ γὰρ τῷ μὲν ὄντι ὅπου ἀναφύει ἡ ἀβρότονος, ἐκεῖ ὄφις οὐκέτι ἐγκαταμένει οὔτε ἐμφωλεύει, καὶ ὅπου θεοῦ ἀληθὴς διδασκαλία, οὐ κατισχύσει κατοικητήριον ἑρπετώδους διδασκαλίας, ἀλλὰ διολεῖται.