Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εἰ δὲ ὁ δημιουργὸς παρὰ ταύτης λαμβάνει, προβολὴν ταύτην εὑράμενος, ἀδράνειά τις ἄν εἴη καὶ ἔρανος δι’ ἀπορίαν τῷ προσπορισαμένῳ οὐκ ἀπὸ τῶν ἰδίων ἀλλ᾿ ἐξ ὑποκειμένων ἀλλοτρίων ; ὅπως τὸ ἴδιον ὑποστήσεται δημιούργημα.

καὶ περὶ τοῦ τῶν ψυχῶν μεταγγισμοῦ πολλή τις ἡ φαυλότης τῆς παραπεποιημένης σου διανοίας, ἐθελόσοφε καὶ γνῶσιν ἀνθρώποις ἐπαγγελλόμενε. εἰ γὰρ μέρος θεοῦ ὑπάρχει καὶ ἀθάνατος, σώματα δὲ οἰκτρὰ οὐ μόνον εἴποιμι * θηρίων δὲ καὶ ἑρπετῶν καὶ κνωδάλων [*](Ö48) δυσγενῶν τῇ πλάσει αὐτῆς συνάπτεις τῇ ἀπὸ θεοῦ κατὰ σὲ τὴν οὐσίαν κεκτημένῃ, καὶ τί ἂν γένοιτο τούτου μοχθηρότερον;