Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

φάσκει οὐν καὶ οὗτος τὴν ὕλην σύγχρονον εἶναι τῷ θεῷ, ἴσα ταῖς ἄλλαις αἱρέσεσιν, εἱμαρμένην τε εἶναι καὶ γένεσιν, ἐξ ἠς τὰ πάντα διοικεῖται καὶ πάσχει.

πόσα τοίνυν ἰσχύει ἡ σύντομος ἡμῶν αὕτη σὐνταξις, πρὸς τὴν τούτου φαυλότητα ἀλεξητήριον φάρμακον διεξιέναι καὶ οὐχὶ μᾶλλον εἰς ὄγκον πολὺν ἐλάσω τῆς πραγματείας τὸ ἐχέγγυον· ἀκροθιγῶς δέ, ἵνα μὴ ἐν παραδρομῇ γένωμαι, πρὸς τοῦτον ἐρῶ.