Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀλλὰ καὶ πάλιν ἐν Ἀντιοχείᾳ κατῆλθον προφῆται καὶ κατήγγελλον λιμὸν ἔσεσθαι καθ᾿ ὅλης τῆς οἰκουμένης. καὶ οὐ διέπεσεν ὁ τούτων λόγος· ἀλλ᾿ ἵνα δείξῃ αὐτοὺς ἀληθεῖς προφήτας, ἡ γραφὴ εὐθὺς ἐπιφέρει λέγουσα »ἥτις ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος«.

Παῦλος δὲ ὁ ἁγιώτατος ἀπόστολος προφητεύων ἔλεγε »τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί« καὶ τὰ ἑξῆς,

καὶ πάλιν ἄλλοτε ὅτι »ἀποστήσονταί τινες τῆς ὑγιαινούσης διδασκαλίας, προσέχοντες <πνεύμασι> πλάνοις καὶ διδασκαλίαις δαιμόνων, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων,ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν ἡμῖν τοῖς μετὰ εὐχαριστίας <λαμβάνουσιν>«.

ὡς σαφῶς <τοῦτο> ἐφ᾿ ὑμῖν καὶ τοῖς ὁμοίοις ὑμῖν πεπλήρωται, ἐξ αὐτῶν τῶν προκειμένων <δῆλον>· αἱ γὰρ πλείους τῶν αἱρέσεων τούτων τὸ γαμεῖν κωλύουσιν, ἀπέχεσθαι βρωμάτων παραγγέλλουσιν, οὐχ ἕνεκεν πολιτείας προτρεπόμενοι, οὐχ ἕνεκεν ἀρετῆς μείζονος καὶ βραβείων καὶ στεφάνων, ἀλλὰ βδελυκτὰ ταῦτα <τὰ> ὑπὸ τοῦ κυρίου γεγενημένα ἡγούμενοι.

9. Ἡ δὲ ἁγία ἐκκλησία καὶ παρθενίαν δοξάζει καὶ μονότητα καὶ ἁγνείαν καὶ χηροσύνην ἐπαινεῖ καὶ γάμον σεμνὸν τιμᾷ καὶ δέχεται, πορνείαν δὲ καὶ μοιχείαν καὶ ἀσέλγειαν ἀπαγορεύει,

ὅθεν ἰδεῖν ἔστιν [*](6 Act. 10, 14 — Act. 21, 10ff; vgl. Eusebius h. e. V 17,3; S. 470, 14 Schwartz — 10 Act. 11, 27f — 12f Act. 11,28 — 14 (I Tim. 4, 1) II Tim. 3, 1; vgl. die zu S. 220, 4 angeführte Stelle aus Tertullian — 16 I Tim. 4, 1 — 21 ff vgl. haer.) [*](M U) [*](1 οἱ *] καὶ M U, [καὶ] Dind. 4 οὗτος U 8 φησιν < Μ | οὗτος] οὕτως τὸν ἄνδρα U 9 αὐτὸν καὶ ἀποίσουσιν < U 12 ἀληθινοὺς U 17 <πνεύμασι>* 19 ἡμῖν < Μ | <λαμβάνουσιν>* 20 <τοῖτο>* | ἡμῖν beidemale U | τοὺς ὁμοίους ἡμῖν Μ 21 <δῆλον>* | πλέους U | τὸ] τοῦ U 23 οὐκ U 24 ταῦτα] τὰ U <τὰ>* | τοῦ κυρίου] Χριστοῦ M )

231
τὸν χαρακτῆρα τῆς ἁγίας καθολικῆς ἐκκλησίας καὶ τοὺς παραπεποιημένους τῶν ἄλλων τρόπους, <ὡς> καὶ τὸν δοκιμάσαντα ἀποδιδράσκειν ἀπὸ πάσης πλάνης καὶ σκολιᾶς ὁδοῦ καὶ τρίβου ἀνάντου διακειμένης.

ἔφην γὰρ ἄνω ὡς ἀπὸ τοῦ ἁγιωτάτου ἀποστόλου προείρηται καὶ πάλιν ἐρῶ, ὅτι ἀσφαλιζόμενος ἡμᾶς καῖ τὸν χαρακτῆρα τῆς ἁγίας ἐκκλησίας διαιρῶν ἀπὸ τῆς τῶν αἱρέσεων πλάνης ἔφη, ὡς τολμηρῶς τὰ ἐκ θεοῦ καλῶς τεταγμένα ἀπαγορεύοντες νομοθετοῦσι, φήσας περὶ τῶν κωλυόντων γαμεῖν καὶ ἀπέχεσθαι βρωμάτων.