Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ ἐπίσταται γάρ, ὡς ὁρᾷς, καὶ τὰ πρῶτα καὶ τὰ παρόντα καὶ προφητεύει περὶ τῶν μελλόντων. ἰδοὺ γὰρ ἐπέγνω τὰ πρῶτα ὅτε ἦν [*](16 Gen. 2,21 — 27 Gen. 2, 23) [*](M U) [*](2 ἡμῖν hinter ἐπιθῶνται U | ἐθῶνται M 5 τῶν χρηςίμων U | [τὸ] * | αὐτῷ] τῶ ὕπνω U 6 ἐνεργεστάτης U 6f κατάστασιν *] μετάστασιν M U 7 αὐτὴ] αὕτη U | δὲ] δὴ M 8 καὶ ὁρᾷ < U 9 γρηγορήσει U 9f καὶ δημηγορεῖ < U 10 ἐν2 < U 12 τῷ] τὸ U | τῇ < M 18 <περὶ> * | τῆς ἐκστάσεως ] καὶ δι᾿ ἐκστάσεως M | ἐφράσαμεν + <δὴ>? * 20 μὲν πᾶσιν M 25 αὐτὴν αὐτῶ U 28 αὐτὴ] αὕτη U 30 ὅτε] ὅτι M )

228
ἐν ὕπνῳ, λέγων ὅτι »ὀστοῦν ἐκ τῶν ὀστῶν μου«· καὶ ἐπέγνω τὰ παρόντα, μετὰ τὸ πλασθῆναι τὴν γυναῖκα ἐπιγνοὺς αὐτὴν ἀπὸ τοῦ σώματος <αὐτοῦ> ἠρμένην·

καὶ ἐπροφήτευσε περὶ τῶν ἐσομένων, ὅτι »ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν«. ταῦτα δὲ οὐκ ἐκστατικοῦ ἀνδρὸς οὐδὲ ἀπαρακολουθήτου, ἀλλὰ ἐρρωμένην ἔχοντος τὴν διάνοιαν.

7. Εἰ δὲ καὶ περὶ τοῦ »ἐγὼ εἶπον ἐν τῇ ἐκστάσει μου, πᾶς ἄνθρωπος ψεύστης« λεκτέον, ἑτέρα πάλιν αὐτοῦ ἡ δύναμις, οὐχ ὃν τρόπον * τινὸς ἀφραίνοντος ἀνθρώπου καὶ ἐκστατικοῦ (μὴ γένοιτο),

ἀλλὰ ὑπερθαυμάζοντος καὶ διανοουμένου ὑπὲρ τὸν κατὰ τὴν συνήθειαν λογισμὸν <περὶ> τῶν <ἀ>συμμέτρως ὁρωμένων τε καὶ πραττομένων· ἐπειδὴ γὰρ ἐθαύμασεν ὁ προφήτης καὶ διὰ θαυμασμὸν ἐνταῦθα λέγει. γεγόνασι δὲ ἐν ἐκστάσει οἱ προφῆται, οὐκ ἐν ἐκστάσει λογισμῶν.

γέγονε γὰρ καὶ Πέτρος ἐν ἐκστάσει, οὐχὶ μὴ παρακολουθῶν τῷ λόγῳ, ἀλλὰ ὁρῶν ἀντὶ τῆς καθημερινῆς ἀκολουθίας ἕτερα παρὰ τὰ τοῖς ἀνθρώποις ὁρώμενα·

»εἶδε γὰρ ὀθόνην καθιεμένην τέσσαρσιν ἀρχαῖς δεδεμένην, καὶ πάντα τὰ τετράποδα καὶ ἑρπετὰ καὶ τοῦ οὐρανοῦ τὰ πετεινὰ ἐν αὐτῇ«.

ὅρα δὲ ὅτι παρηκολούθει καὶ οὐκ ἦν ἐν ἐκστάσει φρενῶν ὁ ἅγιος Πέτρος. ὅτε γὰρ ἤκουσεν <τό> »ἀναστὰς θῦσον καὶ φάγε«, οὐχ ὡς μὴ τὸν νοῦν ἐρρωμένος ἐπείσθη, ἀλλά φησι πρὸς τὸν κύριον »μηδαμῶς, κύριε· οὐδέποτε γὰρ κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου«.

καὶ Δαυὶδ δὲ ὁ ἅγιος εἶπεν ὅτι » <εἶπον ἐγώ·> πᾶς ἄνθρωπος ψεύστης«. ὁ δὲ λέγων »εἶπον ἐγώ« ἰδίᾳ ἔλεγεν, καὶ περὶ [*](4 Gen. 2, 22 — 8 Psal. 115, 2 — 11 vgl. Didymus in Act. 10, 10f; Migne 39, 1677A ἴστωσαν . . . ὡς πολλὰ σημαίνει ἡ λέξις αὕτη. δηλοῖ γὰρ καὶ τὴν ἐπὶ θαυμασμῷ ἔκπληξιν — 17 Act. 10, 11f — 19 andere Begründung bei Didymus is Act. 10, 10f; Migne 39, 1677B ἀμέλει γοῦν ὁ ἐκστὰς Πέτρος παρηκολούθει, ὡς ἀπαγγέλλων ἃ εἶδε καὶ ἤκουσε καὶ τίνος σύμβολα τὰ δειχθέντα ἦν — 20 Act. 10, 13 — 22 Act. 10, 14 — 23 Psal. 115, 2) [*](M U) [*](1 ὀστῶν < M 3 <αὐτοῦ> * | προεφήτευσε U | ἐσωμένων M 5 αὐτοῦ2 < M 6 ἐνεκστατικοῦ U 9 αὐτοῦ *] αὕτη M U 10 * <οὗτοι φάσκουσιν> * 11f τῶν . . . λογισμῶν U 12 <περὶ> * | <ἀ>συμμέτρως * | τε] τὸ M 14 ἐκστάσει1 + <θαύματος>? Jül. | οἱ προφῆται—ἐν ἐκστάσει2 < M | vor οὐκ + <ἀλλ᾿>?* 16 ἀλλ᾿ U | ἀντὶ < U 17 τὰ < U 17f τέσσαρσιν ἀρχαῖς δεδεμένην < U 19 τὰ < M | παρακολουθεῖ U 20 φρενῶν < M | <τὸ>* | ἀνάστα U 22 γὰρ < U 23 δὲ < U | <εἶπον ἐγώ·>* 24 ἴδια M)

229
τῶν ἀνθρώπων ὅτι, ἔλεγε, ψεύδονται·

ἄρα αὐτὸς οὐκ ἐψεύδετο, ἐκπληττόμενος δὲ καὶ θαυμάζων τὴν τοῦ θεοῦ φιλανθρωπίαν καὶ τὰ αὐτῷ παρὰ τοῦ κυρίου κεκηρυγμένα ἐθαύμαζε καθ᾿ ὑπερβολὴν καὶ ὁρῶν πάντα ἄνθρωπον ἐνδεόμενον τοῦ ἐλέους τοῦ θεοῦ μένῳ κυρίῳ τὸ ἀληθεύειν ἐπέδωκε, πάντα δὲ ἄνθρωπον ὑπὸ ἐπιτίμιον ἔγνω, ἵνα δείξῃ τὸ ἀληθινὸν πνεῦμα, τὸἐν προφήταις λαλῆσαν καὶ τὰ βάθη αὐτοῖς ἀποκαλύψαν τῆς τοῦ θεοῦ γνώσεως ἀκριβεέας.

ἐγένετο δὲ καὶ Ἀβραὰμ ἐν ἐκστάσει, οὐκ ἐν ἐκστάσει φρενῶν ἀλλὰ ἐν ἐκστάσει φόβου. ἔβλεπεν γὰρ κλίβανον καὶ λαμπάδας περὶ τὴν τοῦ ἡλίου δύσιν * καὶ ἄλλοι προφῆται ὁρῶντες τὰ ὁράματα ἐν διανοίᾳ ἐρρωμένῃ ἔλεγον, ὡς ὁ Μωυςῆς φησιν »ἔμφοβός εἰμι καὶ ἔντρομος«.