Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Εἰ δὲ θελήσουσι παραπλέκειν τῇ ἀληθείᾳ τὸ ψεῦδος καὶ ἀνοητεῖν τὸν νοῦν τῶν τῆς ἀκριβείας ἐπιμελομένων, ἑαυτοῖς τε ἐπισωρεύουσι λόγους, δι᾿ ὧν παραποιητεύονται τὴν ἑαυτῶν πλάνην, [*](11 ff vgl. Miltiades bei Eusebius h. e. V 17, 1; S. 470, 5 Schwartz περὶ τοῦ μὴ δεῖν προφήτην ἐν ἐκστάσει λαλεῖν Didymus in Act. 10, 10f; Migne 39, 1677 A οἱ γυναικῶν παραπαιουσῶν ἑλόμενοι εἶναι μαθηταὶ (οὗτοι δέ εἰσιν οἱ ἀπὸ τῆς Φρυγίας) φασὶ τοὺς προφήτας κατεχομένους ὑπὸ τοῦ ἁγίου πνεύματος μὴ παρακολουθεῖν ἑαυτοῖς παραφερομένοις κατὰ τὸν τῆς προφητείας καιρόν. δοκοῦσι δὲ ἀπόδειξιν ἔχειν ταύτης τῆς κακοδοξίας καὶ ἐκ τῆς προκειμένης γραφῆς Ders. in II Kor. 5, 13; Migne 39, 1704 D f Hieronymus in Eph. II 3; Migne 26, 470 B f) [*](M U) [*](1 ἐξιστάνων Scaliger] ἐκστάνων MU 3 ἐπιμελωμένων M 7 ἐγρηγορῶ M 9 ὑποδεικνύοντος U 11 τὸ < M 11 f ἀνοητεῖν] ἀγνοεῖν U 12 τῶν . . . ἐπιμελομένων *] τὸν . . . ἐπιμελόμενον U τὸν . . . ἐπιλεγόμενον M | τε *] δὲ MU 12 f ἐπισωρεύειν U)

226
ὅμοιά τινα εἶναι λέγοντες, ἵνα δὴ παραστήσωσιν * ἀπὸ τοῦ τὴν ἁγίαν γραφὴν εἰρηκέναι »ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ καὶ ὕπνωσε«, ἀλλὰ οὐκέτι ὅμοιον τοῦτο εἴη ἐκείνῳ.

οὐ γὰρ καὶ ἐνταῦθα σῶμα ἔμελλε πλάσσειν ὁ θεός, ἀφ᾿ οὗ εἰς ἔκστασιν ἔφερεν, ἵνα τὰ ὅμοια ἐπενέγκῃ δι᾿ ὑπερβολὴν τῆς φιλανθρωπίας.

τῷ γὰρ Ἀδὰμ ἐπήνεγκε τὴν ἔκστασιν τοῦ ὕπνου, οὐκ ἔκστασιν φρενῶν. ἔκστασις δὲ κατὰ διαφορὰς πολλὰς ἔχει τὸν τρόπον. ἔκστασις δι᾿ ὑπερβολὴν θαύματος λέγεται καὶ ἔκστασις λέγεται ἡ μανία διὰ τὸ ἐκστῆναι τοῦ προκειμένου.

ἐκείνη δὲ ἡ τοῦ ὕπνου ἔκστασις κατ᾿ ἄλλον τρόπον ἐρρέθη, κατὰ τὴν φυσικὴν ἐνέργειαν, μάλιστα διὰ τὸ βαθυτάτως αὐτὴν ἐπενηνέχθαι τῷ ἁγίῳ Ἀδὰμ καὶ ἐν χειρὶ θεοῦ πεπλασμένῳ.

5. Καὶ γὰρ ἀληθῶς ἔστιν ἰδεῖν ὡς δικαίως ἔκστασιν ταύτην ἡ θεία γραφὴ κέκληκεν. ἐν τῷ γὰρ ὑπνοῦν τὸν ἄνθρωπον μεθίστανται πᾶσαι αἱ αἰσθήσεις, εἰς ἀνάπαυσιν τραπεῖσαι, ὡς οἷον εἰπεῖν παροῦσα ἡ διορατικὴ οὐχ ὁρᾷ· ἀποκέκλεισται γὰρ τὸ ὄμμα καὶ ἡσυχάζει τὸ κινοῦν ἐν τῷ ἀνθρώπῳ πνεῦμα εἴτ᾿ οὖν <ἡ> ψυχή.

δυσοδμίας οὔσης ἐν οὔκῳ ἢ καὶ εὐοδμίας, καίτοι γε παρούσης τῆς ὀσφραντικῆς αἰσθήσεως, οὐκ ἀντιλαμβάνεται· ἐξέστη γὰρ ἡ τοιαύτη αἴσθησις εἰς ἀνάπαυσιν τραπεῖσα.