Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

οὐχ ὁρᾷς ὅτι παρακολουθοῦντος ὁ λόγος καὶ οὐκ ἐξισταμένου, οὔτε ὡς ἐξισταμένης διανοίας ἡ φθογγὴ ἀπεδίδοτο;

ὡσαύτως δὲ καὶ Ἰεζεκιὴλ ὁ προφήτης ἀκούων παρὰ κυρίου ὅτι »ποίησον σεαυτῷ ἄρτον ἐπὶ κόπρου ἀνθρωπείας«, ἔλεγε »μηδαμῶς, κύριε· οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου«.

γινώσκων γὰρ τὴν δι᾿ ἀπειλὴν λεγομένην πρὸς αὐτὸν ῥῆσιν ὑπὸ κυρίου, [καὶ] οὐχ ὡς ἐν ἐκστάσει διανοίας φερόμενος ἐπεβάλλετο τοῦτο πράττειν, ἀλλὰ ἠξίου, ἐρρωμένην ἔχων τὴν διάνοιαν καὶ παρακολουθοῦσαν, καὶ ἔλεγε »μηδαμῶς, κύριε«. ταῦτα γὰρ <τῶν> ἀληθῶς προφητῶν, ἐν ἁγίῳ πνεύματι ἐρρωμένην ἐχόντων τὴν διάνοιαν, καὶ ἡ διδασκαλία καὶ ἡ διαλογή.

πῶς δὲ Δανιὴλ οὐχ εὑρίσκεται πάσης συνέσεως ἔμπλεως καὶ τοῖς φρονήμασι παρακολουθῶν, ὃς τὰ αἰνίγματα τῷ Ναβουχοδονόσορ ἐπέλυσε καὶ ἃ ἐκεῖνος δι᾿ ὀνειράτων ἐθεάσατο καὶ ἀπέστη ἀπ᾿ αὐτοῦ τοῦ ἐωρακότος,

οὗτος ὑπεμίμνῃσκε καὶ τὴν ἐπίλυσιν εὐθὺς ἐπέφερεν ἐρρωμένῃ καταστέσει καὶ ὑπερβολῇ χαρίσματος, περιττοτέρως τὴν φρόνησιν ἔχων ὑπὲρ πάντα ἄνθρωπον διὰ τὸ χάρισμα τοῦ ἁγίου πνεύματος, τὸ σοφίζον ὄντως τὸν προφήτην καὶ τοὺς διὰ τοῦ προφήτου τῆς διδασκαλίας τῆς ἀληθείας καταξιουμένους.

ἃ δὲ οὗτοι ἐπαγγέλλονται προφητεύειν, οὐδὲ εὐσταθοῦντες φανοῦνται οὔτε παρακολουθίαν λόγου ἔχοντες. λοξὰ γὰρ τὰ παρ᾿ αὐτῶν ῥήματα καὶ σκαληνὰ καὶ οὐδεμιᾶς ὀρθότητος ἐχόμενα.

4. Εὐθὺς γὰρ ὁ Μοντανός φησιν »ἰδού, ὁ ἄνθρωπος ὡσεὶ λύρα κἀγὼ ἐφίπταμαι ὡσεὶ πλῆκτρον· ὁ ἄνθρωπος κοιμᾶται κἀγὼ γρηγορῶ. [*](3 vgl. Ez. 4, 21 — 4 Ez. 4, 14 vgl. Act. 10, 14 — 11 vgl. Dan. 2, 1 ff — 22 ff vgl. Ps. Justin cohort. ad gent. 8 (von den Propheten) οἷς . . . ἐδέησε . . . καθαροὺς ἑαυτοὺς τῇ τοῦ θείου πνεύματος παρασχεῖν ἐνεργείᾳ, ἵνα αὐτὸ τὸ θεῖον ἐξ οὐρανοῦ κατιὸν πλῆκτρον ὥσπερ ὀργάνῳ κιθάρας τινὸς ἢ λύρας τοῖς δικαίοις ἀνδράσι χρώμενον τὴν τῶν θείων ἡμῖν καὶ οὐρανίων ἀποκαλύψῃ γνῶσιν Athenagoras leg. 9; S. 10, 8 ff Schwartz οἳ κατ᾿ ἔκστασιν τῶν ἐν αὐτοῖς λογισμῶν κινήσαντος αὐτοὺς τοῦ θείου πνεύματος ἃ ἐνηργοῦντο ἐξεφώνησαν, συγχρησαμένου τοῦ πνεύματος ὡσεὶ καὶ αὐλητὴς αὐλὸν ἐμπνεύσαι Hippolyt de antichr. 2; S. 4, 23 ff Achelis ὀργάνων δίκην ἑαυτοῖς ἡνωμένοι (lies ἡνωμένον) ἔχοντες ἐν ἑαυτοῖς ἀεὶ τὸν λόγον ὡς πλῆκτρον, δι᾿ οὗ κινούμενοι ἀπήγγελλον ταῦτα ἅπερ ἤθελεν ὁ θεός Tertullian adv. Marc. IV 22 in spiritu enim homo constitutes, praesertim cum gloriam dei conspicit vel cum per ipsum deus loquitur, necesse est excidat sensu, obumbratus scilicet virtute divine, de quo inter nos et psychicos quaestio est, dazu Plutarch de def. orac. c. 7; 397 B ff c. 21; 404 B ff Philo quis rer. div. haer. § 256 ff Wendland, insbes. 264 ὅταν μὲν γὰρ φῶς τὸ θεῖον ἐπιλάμψῃ, δύεται τὸ ἀνθρώπινον· ὅταν δ᾿ ἐκεῖνο δύηται, τοῦτ᾿ ἀνίσχει καὶ ἀνατέλλει· τῷ δὲ προφητικῷ γένει φιλεῖ τοῦτο συμβαίνειν· ἐξοικίζεται γὰρ ἐν ἡμῖν ὁ νοῦς κατὰ τὴν τοῦ θείου πνεύματος ἄφιξιν, κατὰ δὲ τὴν μετανάστασιν αὐτοῦ πάλιν εἰσοικίζεται. θέμις γὰρ οὐκ ἔστιν θνητὸν ἀθανάτῳ συνοικῆσαι. διὰ τοῦτο ἡ δύσις τοῦ λογισμοῦ καὶ τὸ περὶ αὐτὸν σκότος ἔκστασιν καὶ θεοφόρητον μανίαν ἐγέννησε . . . ὄντως γὰρ ὁ προφήτης καὶ ὁπότε λέγειν δοκεῖ, πρὸς ἀλήθειαν ἡσυχάζει, καταχρῆται δὲ ἕτερος αὐτοῦ τοῖς φωνητηρίοις ὀργάνοις, στόματι καὶ γλώττῃ, πρὸς μήνυσιν ὧν θέλῃ; letzte Quelle ist Plato z. B. Phädrus 249 D ff) [*](M U) [*](3 ὁ + ἅγιος καὶ U 5 ἢ] καὶ U 6 διὰ U | [καὶ] Jül. 7 ἀλλ᾿ U 9 <τῶν>* 10f τὴν διδασκαλίαν und τὴν διαλογήν U 11 πῶς δὲ] ὁ δὲ U 12 ὃς] ὡς M | τῷ] τοῦ U 13 ἐπιλύει M 14 ὑπομιμνήσκει U 19 οὐδὲ] οὐδὲν M | εὐσταθοῦντες + <ἐν αὑτοῖς>?* 21 σκαλληνὰ M 22 ὁ2 < U 23 ἴπταμαι U)

225
ἰδού, κύριός ἐστιν ὁ ἐξιστάνων καρδίας ἀνθρώπων καὶ διδοὺς καρδίαν ἀνθρώποις«.