Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἔτη γάρ εἰσιν ἔκτοτε πλείω ἐλάσσω διακόσια † ἐνενήκοντα ἕως τοῦ ἡμετέρου χρόνου, δωδεκάτου ἔτους Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος καὶ <ὀγδόου> Γρατιανοῦ βασιλείας, καὶ οὔπω ἡ συντέλεια κατὰ τὴν αὐχήσασαν ἑαυτοὴν προφήτιδα, μὴ γνοῦσαν μηδὲ τὴν ἡμέραν τῆς αὑτῆς τελευτῆς.

καὶ ἰδεῖν ἔστι πῶς πάντες οἱ ἀπὸ τῆς ἀληθείας ἑαυτοὺς ἀπαλλοτριώσαντες, ὅτι οὐκ ἑν εὐσταθείᾳ τινὶ λόγου μεμενήκασιν, ἀλλ᾿ ὡς νήπιοι ὑπὸ τοῦ ἀεὶ πλανῶντος ὄφεως παραπεπλεγμένοι εἰς ἀπώλειαν ἑαυτοὺς ἐκδεδώκασι καὶ εἰς τὸ γενέσθαι κατάβρωμα τοῦ λύκου ἔξω τῆς μάνδρας εὑρεθέντες παρελκυσθῆναί <τε> καὶ οὕτως ἀπολέσθαι, μὴ μάνδρας τοῦντες τὴν ἀρχήν, ἀλλὰ καταλείψαντες τὴν ἀλήθειαν, ἐν ναυαγίῳ ἐαυτοὺς καὶ ἐν κλύδωνι τῆς πάσης πλάνης παραδεδώκασιν.

εἰ γὰρ λέγει Μαξίμιλλα ὅτι προφήτης οὐκέτι ἔσται, ἄρα ἀναιρεῖ τὸ εἶναι παρ᾿ αὐτοῖς τὸ χάρισμα καὶ εἰς ἔτι δεῦρο φέρεσθαι. εἰ δὲ ἔως αὐτῆς [*](1 vgl. Eusebius h. e. V 16, 18; S. 466, 29 Schwartz τῶν προρρήσεων αὐτῆς μέμνηται (sc. der Anonymus), δι᾿ ὧν πολέμους ἔσεσθαι καὶ ἀκατασταςίας προεμαντεύσατο — 8 gemeint ist das Jahr 376 — 16 f vgl. Kol. 2, 19 — 18 ff vgl. den Anonymus bei Eusebius h. e. V 17, 4; S. 470, 19 ff Schwartz εἰ γὰρ μετὰ Κοδρᾶτον καὶ τὴν ἐν Φιλαδελφίᾳ Ἀμμίαν, ὥς φασιν, αἱ περὶ Μοντανὸν διεδέξαντο γυναῖκες τὸ προφητικὸν χάρισμα, τοὺς ἀπὸ Μοντανοῦ καὶ τῶν γυναικῶν τίνες παρ᾿ αὐτοῖς διεδέξαντο, δειξάτωσαν· δεῖν γὰρ εἶιναι τὸ προφητικὸν χάρισμα ἐν πάσῃ τῇ ἐκκλησίᾳ μέχρι τῆς τελείας παρουσίας ὁ ἀπόστολος ἀξιοῖ) [*](M U) [*](1 προφήτης1 Μ | προφῆτις2 U, vgl. Z. 19 2 ἐκ πανταχόθεν] πάντοθεν U | τὸ ἅγιον πνεῦμα καὶ < U 4 καὶ < Μ | ἐτελέσθησαν U 5 πληροῦνται Μ 7 ἐστιν Μ 8 πλείω + ἢ U | διακόσια † ἐνενήκοντα] διακόσια εἴκοσι Pet. διακόσια ἐννεακαίδεκα Scaliger Zahn: gegen beides mit Recht Harnack Lit. Gesch. II 1, 372 f; aber statt des von ihm vorgeschlagenen ρݲςݲ liegt wohl näher σݲςݲ (Verwechslung von ςݲ u. ςݲ wegen des so sich ergebenden Jahres 170 vgl. zu haer. 51, 33, 5; S. 307, 12) 9 <ὀγδόου> *, vgl. zu I 153, 1 ff 10 αὐχήσασαν *] ἠχήσασαν MU 11 μήτε U 12 ἀλλοτριώσαντες U 13 ὅτι < U 14 παραπεπλεγμένοι] παραπεποιημένοι U 15 ἔξω *] ἐκ MU 16 αἱρεθέντες U | <τε>* 20 αὑτῆς] τινὸς? Jül., vgl. S. 221, 15)

223
μένει τὸ χάρισμα, ὡς προεῖπον ἄρα καὶ αὐτὴ οὐ μετέσχε τῶν χαρισμάτων.

3. Πεπλάνηται γάρ· ἐσφράγισε γὰρ ὁ κύριος τὴν ἐκκληςίαν καὶ ἐπλήρωσεν <ἐν> αὐτῇ τὰ χαρίσματα. ὅτε γὰρ ἦν χρεία προφητῶν, ἐν ἀληθινῷ πνεύματι καὶ ἐρρωμένῃ διανοίᾳ καὶ παρακολουθοῦντι νῷ οἱ αὐτοὶ ἅγιοι τὰ πάντα ἐπροφήτευον, ἐμπιπλώμενοι πνεύματος ἁγίου, κατὰ τὴν ἀναλογίαν <τῆς πίστεως> τῶν ἐκ πνεύματος χαρισμάτων ἐκάστῳ διδομένων καὶ κατὰ τὴν ἀναλογίαν τῆς πίστεως πρὸς τὸ συμφέρον.

τί οὖν συμφέρον οὗτοι εἰρήκασιν ἢ ποῖον ἀνάλογον τῆς πίστεως; πῶς δὲ οὐχὶ μᾶλλον οὗτοί εἰσιν περὶ ὧν εἶπεν ὁ κύριος ὅτι »προςέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσω δέ εἰσι λύκοι ἅρπαγες«.

συγκρίνοντες γὰρ τὰ παρ᾿ αὐτῶν εἰρημένα καὶ <τὰ> κατὰ τὴν παλαιὰν διαθήκην καὶ καινὴν ἐν ἀληθείᾳ ὄντα καὶ ἐν ἀληθείᾳ γενόμενα καὶ πεπροφητευμένα δοκιμάσωμεν, ποία <ὄντως> προφητεία τυγχάνει, ποία δὲ ψευδοπροφητεία.

ὁ προφήτης πάντα μετὰ καταστάσεως λογισμῶν καὶ παρακολουθήσεως ἐλάλει καὶ ἐφθέγγετο ἐκ πνεύματος ἁγίου, τὰ πάντα ἐρρωμένως λέγων ὡς Μωυσῆς ὁ θεράπων τοῦ θεοῦ καὶ πιστὸς ἐν οἴκῳ ὁ βλέπων * ἐλέγετο ὁ προφήτης ἐν τῇ παλαιᾷ διαθήκῃ.