Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἵνα μηδέν τι περιττὸν ὧν γε ἔγνωμεν ποιησάμενοι <μὴ> ὑπὸ συνείδησιν δόξωμεν εἶναι μὴ ὀρθὰ καὶ αὐτοὶ ἐφευρίσκοντες κατὰ ἀνθρώπων λέγειν, ἀλλὰ ὑποπίπτοντες πάθει ᾡ καὶ αὐτοὶ ὑπέπεσαν, ἀλήθειαν μὴ λέγοντες, ἀλλὰ κηρύττοντες ἅ μὴ ἑωράκασιν οὐδὲ ἤκουσαν οὐδὲ παρὰ τῆς ἀληθοῦς διδασκαλίας τοῦ ἁγίου πνεύματος παρειλήφασιν·

ἀκριβῶς δὲ πάντα ὡς ἄφην διεξερχόμενοι περὶ ἑκάστης αἱρέσεως, τὰ μὲν δεινὰ ἀποκαλύπτοντες εἰς διόρθωσιν τῶν παρεντυγχανόντων καὶ διὰ τῆς ἀνατροπῆς τῆς ἀπὸ θείων λόγων καὶ ἐξ ὀρθῶν λογισμῶν ποιούμενοι ἰατικὸν ὡς εἰπεῖν φάρμακον, κατὰ διττοὺς τρόπους κατασκευάζοντες <αὐτὸ> ἐν κυρίῳ,

τοῖς μὲν διερχομένοις εἰς τὸ ἀνασφῆλαι τῆς νόσου καὶ τῆς τοσαύτης ἀλγηδόνος, τοῖς δὲ μηδὲ παρεμπεσοῦσί ποτε <εἰς> προκαταληπτικὸν [*](2 vgl. filastrius zu S. 239, 2 Cyrillus Hieros. cat. 16, 18; Migne 33, 929 A ἀθλιώτατα παιδία γυναικῶν μικρὰ σφάττων καὶ κατακόπτων εἰς ἀθέμιτον βρῶσιν προφάσει τῶν καλουμένων παρ᾿ αὐτοῖς μυστηρίων Hieronymus ep. 41, 4, 1; S. 314, 6 ff Hilberg praetermitto scelerate mysteria quae dicuntur de lactante puero et di victuro martyer confarrata Theodoret haeret. fab. III 2 περὶ δὲ τῶν μυστηρίων τινὲς μὲν θρυλλοῦσί τινας, ἐκεῖνοι δὲ οὐ συνομολογοῦσιν, ἀλλἀ συκοφαντίαν τὴν κατηγορίαν καλοῦσι und Prädestinatus c. 26 cetera quae dicuntur quasi incerta praetereo, de infantis sanguine eos accipere ... Tertullianus ... asserens falsa esse de sanguine infantis; dazu haer. 26, 5, 4 ff; I 282, 2 ff — 6 ff vgl. Panarion prooem. II 4; I 170, 12 ff) [*](M U) [*](1 καὶ Πεπουζιανῶν < Μ 2 ὄντα < U 3 ῥαφίσι χαλκαῖς U 5 ταύτης] αὐτῆς Μ 6 ἧς ἴσμεν] τῆς μὲν U | φθονέσαι U 7 ἅ τε1]εἰτε U | ἅ τε διὰ συγγραμμάτων < U | δι2]ὑπὸ U 9 τι < Μ |γε |öh.] τε MU 9f ποιησάμενος Μ 10 <μὴ> * 11 κατὰ] καὶ τὰ Μ |ᾧ] ὡς Μ 13 ἀληθοῦς *] ἀληθῶς ΜU 14f διεξερχόμενος Μ 15 τὸ μὲν δεινὸν U 16 τῆς2] τῶν Μ 18 <αὐτὸ> * 19 ἀνασφᾶλαι U 20 τοῖς δὲ] τοὺς δὲ Μ |μηδὲ παρεμπεσοῦσί ποτε]μήποτε παρεμπεσοῦσι Μ | <εἰς> *)

241
ὡς εἰπεῖν [τὸ] βοήθημα,

τοῦ τῆς ἀληθείας φαρμάκου μεταδιδόντες τοῖς συνετοῖς μαθηταὶ καὶ αὐτοὶ κληθῶμεν τῶν τοῦ κυρίου μαθητῶν καὶ αὐτοῦ τοῦ σωτῆρος, βοηθοῦ ὑπάρχοντος σωμάτων καὶ ψυχῶν.

ὡς δὲ καὶ τὴν ἐνταῦθα ἱκανῶς ἔχειν ἡγησάμενοι περὶ ταύτης τῆς αἱρέσεως ἐργασίαν σὺν δυνάμει Χριστοῦ ἐπὶ τὰς ἑξῆς προβῆναι ἑαυτοὺς ἐπιδῶμεν, τὸν μὲν ἰὸν καὶ τὰ ἀγκιστροειδῆ τῶν ὀδόντων αὐτῆς φάρμακα ἐν τῷ τῆς ἀληθείας τοῦ σταυροῦ ξύλῳ καταθλάσαντες, τῇ αἱμορροίᾳ ἐχίδνῃ ἐοικυίας, ἧς ἡ λύμη τῶν δεδηγμένων τὸ αἷμα παντὸς τοῦ σώματος ἐκκρίνει καὶ οὕτως τὸν θάνατον ἐμβάλλει.

αὕτη γὰρ καὶ ἡ τῶν Κυϊντιλλιανῶν αἵρεσις τοῦτο ἐπιτελεῖ. ἀφθόρου γὰρ παιδὸς κατακεντᾷ τὸ σῶμα καὶ τὸ αἷμα πρὸς μετάληψιν ἀποφέρεται, * δῆθεν τοῦτο εἰς μυσταγωγίαν ὀνόματος Χριστοῦ, τοὺς ἠπατημένους πλανήσασα.

ἡμεῖς δὲ ἐπὶ τὰς ἑξῆς ἐν δυνάμει Χριστοῦ προερχόμενοι τὴν αὐτοῦ ἀλήθειαν ἐπικαλεσώμεθα, ὅπως ἑκάστης πλάνης ἰχνηλατήσαντες τὴν δύναμιν, φωράσαντές τε καὶ ἐλέγξαντες θεῷ ἐν ἅπασι συνήθως εὐχαριστήσωμεν. |

Κυϊντιλλιανοὶ δὲ πάλιν, οἱ καὶ Πεπουζιανοὶ καλούμενοι, Ἀρτοτυρῖταί τε καὶ Πρισκιλλιανοὶ λεγόμενοι, οἱ αὐτοὶ μὲν ὄντες <τοῖς> κατὰ Φρύγας καὶ ἐξ αὐτῶν ὁρμώμενοι, διῄρηνται δὲ κατά τινα τρόπον.

φασὶ γὰρ οὗτοι οἱ Κυϊντιλλιανοὶ εἴτ᾿ οὖν Πρισκιλλιανοὶ ἐν [*](20 ff Quintilla nur bei Epiphanius (außer hier noch haer. 51, 33, 8 und haer. 79, 1, 7) genannt; für das Verhältnis der Quintillianer-Priscillianer zu den Kataphrygern beachte,daß Epiph. in haer. 48 keinen Ausspruch der Priscilla gebracht hat ) [*](M U) [*](1 [τὸ]* 2 μαθηταῖς Μ |κυρίου] χριστοῦ U 4 ἔχειν ἡγησάμενοι *] εἰσηγησάμενοι ΜU 7 f καταθλάσαντες] καὶ κολάσαντες Μ 8 τῆς αἱμορροίας ἐχίδνησ M | ἐοικυίας ἧς Dind. Öh.] ἐοικυία ἧς U ἡ κύησις Μ 8f τὸ αἷμα < Μ 9 ἐκβάλλει U 10 ἄφθορον Μ 11 τὸ1 < Μ |πρὸς] εἰς U 11f ἀποφέρεσθαι U 12 * etwa <σχηματιζομένη> * | δῆθεν hinter αἷμα (Ζ. 11) U 14 προσερχόμενοι U 17 Unterschrift κατὰ τῶν καταφρύγα ἤτοι μοντανιστῶν καλουμένων ἢ καὶ τασκοδρουπτῶν κݲηݲ ἢ καὶ μݲηݲ Μ 19 συνέπονται U | τῆς δὲ ἀκολουθίας] ἢ καὶ ΜU 21 τε < Μ | <τοῖς> * 22 κατὰ Φρύγα Μ 23 Κυϊντιλλιανοὶ *] κατὰ φρύγα ΜU )

242
τῇ Πεπούζῃ ἢ Κυΐντιλλαν ἢ Πρίσκιλλαν (οὐκ ἔχω <γὰρ> ἀκριβῶς λέγειν), μίαν δὲ ἐξ αὐτῶν ὡς προεῖπον ἐν τῇ Πεπούζῃ κεκαθευδηκέναι καὶ τὸν Χριστὸν πρὸς αὐτὴν ἐληλυθέναι συνυπνωκέναι τε αὐτῇ

τούτῳ τῷ τρόπῳ, ὡς ἐκείνη ἀπατωμένη ἔλεγεν· »ἐν ἰδέᾳ, φησί, γυναικός, ἐσχηματισμένος ἐν στολῇ λαμπρᾷ ἦλθε πρός με Χριστὸς καὶ ἐνέβαλεν ἐν ἐμοἰ τὴν σοφίαν καὶ ἀπεκάλυψέ μοι τουτονἰ τὸν τόπον εἶναι ἅγιον καὶ ὧδε τὴν Ἱερουσαλὴμ ἐκ τοῦ οὐρανοῦ κατιέναι«.

διό φασι καὶ ἄχρι τῆς δεῦρο μυεῖσθαί τινας οὕτω γυναῖκας ἐκεῖσε ἐν τῷ τόπῳ καὶ ἄνδρας, πρὸς τὸ ἐπιμεινάσας αὐτὰς ἢ αὐτοὺς.

τὸν Χριστὸν θεωρῆσαι. γυναῖκες γοῦν παρ᾿ αὐτοῖς καλοῦνται προφήτιδες. οὐ πάνυ δὲ σαφῶς οἶδα εἰ παρ᾿ αὐτοῖς ἢ παρὰ τοῖς κατὰ Φρύγας· ὁμοῦ γάρ εἰσι καὶ τὸ αὐτὸ φρόνημα κέκτηνται.

2. Κέχρηνται δὲ οὗτοι παλαιᾷ καὶ καινῇ διαθήκῃ καὶ ἀνάστασιν νεκρῶν ὁμοίως φάσκουσι. Κυΐντιλλαν δὲ ἔχουσιν ἀρχηγὸν ἅμα Πρισκίλλῃ, τῇ καὶ παρὰ τοῖς κατὰ Φρύγας.

φέρουσι δὲ μαρτυρίας πολλὰς ματαίας, χάριν διδόντες τῇ Εὔᾳ, ὅτι πρώτη βέβρωκεν ἀπὸ τοῦ ξύλου τῆς φρονήσεως· καὶ τὴν ἀδελφὴν τοῦ Μωυσέως προφήτιδα [*](4 ἐν ἐδέᾳ γυναικός]Christus also wohl an Stelle einer früher dort verehrten Göttin; doch beachte Irenaeus adv. haer. I 14, 1; I 128 Harvey αὐτὴν τὴν πανυπερτάτην ἀπὸ τῶν ἀοράτων καὶ ἀκατονομάστων τόπων Τετράδα κατεληλυθέναι σχήματι γυναικείῳ πρὸς αὐτόν· ἐπειδή, φησίν, τὸ ἄρρεν αὐτῆς ὁ κόσμος φέρειν οὐκ ἠδήνατο — 6f vgl. zu haer. 48, 14, 1; S. 238, 20ff — 10ff über Frauen im Gottesdienst der Montanisten vgl. das gallische Bischofsschreiben ZKG XVI 665 missas ibidem adhibitis mulieribus in saerificio divino quas conhospitas nominastis, facere praesumatis, sic ut erogantibus vobis eucharistias illae vobis positis calices teneant et sanguinem Christi populo administrare praesumant ... secta ... quam patres orientales pepodianam vocant ... mulieres sibi in sacrificio divino socias habere; beachte auch Firmilian bei Cyprian ep. 75, 10; II 817, 28ff Hartel — 15 ff vgl. Didymus de trin. III 41, 2; Migne 39, 984 Cff — 16 vgl. Gen. 3, 6; zur Sache vgl. haer. 26, 2, 6; I 277, 17ff — 17 vgl. Num. 12, 2) [*](M U) [*](1 Κυντίλλαν Μ | <γὰρ> * 2 εἶπον Μ 3 πρὸς αὐτὴν ἐληλυθέναι] προσεληλυρέναι Μ 4 τρόπῳ] προσώπω Μ |ἐν ἰδέᾳ] εἰδέα (< ἐν) Μ 6 f τουτονὶ τὸν τόπον εἰπὼν Μ 8 φησὶ υ |μυοῦσθαι Μ U 10 Χριστὸν] χρόνον Μ |γοῦν] οὖν U |παρ᾿ αὐτοὺς Μ 11 εἰ *] ἢ ΜU 11 f κατὰ Φρύγα Μ 12 τὸ αὐτὸ] αὐτὸ τὸ U 13 καινῇ] νέα U 15 κατὰ Φρύγα Μ 16 διδοῦντες, Μ 17 Μωυσέως + ὡς U)

243
λέγουσιν, εἰς μαρτυρίαν τῶν παρ᾿αὐτοῖς καθισταμένων γυναικῶν ἐν κλήρῳ. ἀλλὰ καί, φησί, τέσσαρες θυγατέρες ἦσαν τῷ Φιλίππῳ προφητεύουσαι.

πολλάκις δὲ ἐν τῇ αὐτῶν ἐκκλησίᾳ εἰσέρχονται λαμπαδηφοροῦσαι ἐπτά τινες παρθένοι, λευχείμονες παρθένοι, λευχείμοννες δῆθεν ἐρχόμεναι, ἵνα προφητεύσωσι τῷ λαῷ.