Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

παῖδα γὰρ κομιδῆ νήπιον ὄντα κατὰ ἑορτήν τινα δι᾿ ὅλου τοῦ σώματος κατακεντῶντες χαλκαῖς ῥαφίσι τὸ αἷμα αὐτοῦ προσπορίζονται ἑαυτοῖς, εἰς ἐπιτήδευσιν δῆθεν θυσίας.

15. Ἀρκεῖ δὲ ἡμῖν ἃ καὶ περὶ ταύτης εἰρήκαμεν, ὦ ἐπιπόθητοι. ἐπηγγειλάμεθα γὰρ ἀπὸ ἑκάστης ἧς ἴσμεν αἱρέσεως μὴ φθονῆσαι, ἀλλὰ ὑποφῆναι ἅ τε δι᾿ ἀκοῆς ἅ τε διὰ συγγραμμάτων, ἅ τε δι᾿ ἐγγράφων καὶ ἅ τε ὑπό τινων ἀληθῶς πιστωσαμένων τὴν ἡμῶν ἔννοιαν κατειλήφαμεν,

ἵνα μηδέν τι περιττὸν ὧν γε ἔγνωμεν ποιησάμενοι <μὴ> ὑπὸ συνείδησιν δόξωμεν εἶναι μὴ ὀρθὰ καὶ αὐτοὶ ἐφευρίσκοντες κατὰ ἀνθρώπων λέγειν, ἀλλὰ ὑποπίπτοντες πάθει ᾡ καὶ αὐτοὶ ὑπέπεσαν, ἀλήθειαν μὴ λέγοντες, ἀλλὰ κηρύττοντες ἅ μὴ ἑωράκασιν οὐδὲ ἤκουσαν οὐδὲ παρὰ τῆς ἀληθοῦς διδασκαλίας τοῦ ἁγίου πνεύματος παρειλήφασιν·

ἀκριβῶς δὲ πάντα ὡς ἄφην διεξερχόμενοι περὶ ἑκάστης αἱρέσεως, τὰ μὲν δεινὰ ἀποκαλύπτοντες εἰς διόρθωσιν τῶν παρεντυγχανόντων καὶ διὰ τῆς ἀνατροπῆς τῆς ἀπὸ θείων λόγων καὶ ἐξ ὀρθῶν λογισμῶν ποιούμενοι ἰατικὸν ὡς εἰπεῖν φάρμακον, κατὰ διττοὺς τρόπους κατασκευάζοντες <αὐτὸ> ἐν κυρίῳ,