Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἔχων δὲ τοῦ χαρίσασθαι <ἐξουσίαν> οὐκ ἐπηγγείλατο κατὰ τὸν Μοντανόν, ἀλλά φησι »λάμψει ὑμῶν τὰ πρόσωπα ὡς ὁ ἥλιος«. | εἰ τοίνυν ὁ ἔχων τὴν ἐξουσίαν καὶ ἀληθῶς ὑπάρχων δεσπότης καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὡς ὁ ἥλιος λέγει τὰ πρόσωπα τῶν δικαίων λάμψειν, πῶς ὁ Μοντανὸς ἐπαγγέλλεται περισσότερον ἑκατονταπασίονα;

εἰ ὴν ἄρα ὅμοιος εἴη ἐκείνῳ τῷ ἐπαγγειλαμένῳ τοῖς περὶ τὸν Ἀδὰμ ὅτι ἔσεσθε ὡς θεοὶ [φήσαντι] καὶ ἀπὸ τῆς ὑπαρχούσης αὐτοῖς δόξης καὶ παραδείσου τρυφῆς παρασκευάσαντι αὐτοῖς τὴν ἐκβολὴν γενέσθαι καὶ εἰς φθορὰν θανάτου κατενεχθῆναι.

11. Ἔτι δὲ προστίθησιν ὁ αὐτὸς Μοντανὸς οὕτως λέγων »ἐγὼ κύριος ὁ θεὸς ὁ παντοκράτωρ καταγινόμενος ἐν ἀνθρώπῳ«.

ἄρα γοῦν καλῶς ἡμᾶς ἡ θεία γραφὴ ἐπασφαλίζεται καὶ ἡ ἀκολουθία τῆς τοῦ ἁγίου πνεύματος διδασκαλίας, νουθετοῦσα ἡμᾶς, ἵνα γινώσκωμεν ποῖά ἐστι τὰ μιμηλὰ τοῦ ἀλλοτρίου πνεύματος καὶτὰ ἀντίθετα πρὸς τὴν [*](2f vgl. Ex. 34,29 — 4f vgl. I Kor. 15,43 — 10 vgl. Matth. 13,43 — 15 vgl. Gen. 3,5 — 18 vergröbert bei Didymus de trin. III 4,1; Migne 39,984B ἐγώ εἰμι ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ ὁ παράκλητος dial. orth. et Mont. Ficker ZKG XXVI 452, 13 (Μοντανὸς) λέγει· ἐγώ εἰμι ὁ πατὴρ καὶ ἐγώ εἰμι ὁ υἱὸς καὶ ἐγώ ὁ παράκλητος; richtiger Hieronymus ep. 41, 4; S. 314, 13 ff Hilberg deum . . . ad extremum per spiritum sanctum in Montanum, Priscam et Maximillam . . . descendisse. Zur Sache vgl. Celsus bei Origenes c. Cels. VII 9; II 161, 6ff Kötschau πρόχειρον δ᾿ ἑκάστῳ καὶ σύνηθες εἰπεῖν· ἐγὼ ὁ θεός εἰμι ἢ θεοῦ παῖς ἢ πνεῦμα θεῖον. ὕκω δέ· ἤδη γὰρ ὁ κόσμος ἀπόλλυται) [*](M U) [*](3 μεταβαλὼν U 3f αὐτοῦ ἐν τῇ μελλούσῃ ἀναστάσει *] ἐν τῆ ἁγία αὐτοῦ ἀναστάσει M U 4 vor ἀτιμίᾳ + τῆ U 6 <τὴν> * 7 αὐτοῦ U 9 <ἐξουσίαν> Pet. 10 τὸν < U 13 ὁ < U | περιττότερον U 14 εἴη] εἶ U 15 [φήσαντι] *] φήυσαντι U φήσας M 16 παρασκευάσαντος Μ 21 γινώσκομεν, ο aus ω U)

234
ἀλήθειαν.

ὅτε γὰρ εὐθὺς τοῦτο εἶπε Μοντανός, ὑπόνοιαν ἡμῖν δέδωκεν ἀναμνησθῆναι τὰ ὑπὸ τοῦ κυρίου εἰρημένα. οὕτως γὰρ φησιν ὁ κύριος ἐν τῷ εὐαγγελίῳ »ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐκ ἐδέξασθέ με.

ἄλλος ἐλεύσεται ἐπὶ τῷ ἰδίῳ ὀνόματι, καὶ δέξονται τὸν τοιοῦτον«. ἀσύμφωνος τοίνυν παντάπασιν ὁ τοιοῦτος τῶν θείων γραφῶν ηὑρέθη, ὡς παντί τῳ σαφὲς εἴη [τῷ] νουνεχῶς ἐντυγχάνοντι. εἰ τοίνυν ἀσύμφωνος ὑπάρχει, ἀλλότριός ἐστι τῆς ἁγίας καθολικῆς ἐκκλησίας <αὐτὸς> καὶ ἡ κατ´ αὐτὸν αὐχοῦσα αἵρεσις προφήτας ἔχειν καὶ χαρίσματα, ἃ μὴ εἴληφεν, ἀλλὰ ἐκ τούτων ἀπέστη.