Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

10. Πᾶς τοίνυν προφητεύων παρακολουθῶν εὑρίσκεται, κἄν τε ἐν τῇ παλαιᾷ διαθήκῃ κἄν τε ἐν τῇ καινῇ, ὡς καὶ ὁ ἅγιος Ἰωάννης ἐν τῇ Ἀποκαλύψει ἔλεγε »τάδε ἀπεκάλυψε κύριος τοῖς αὐτοῦ δούλοις διὰ τοῦ δούλου αὐτοῦ Ἰωάννου« καὶ »τάδε λέγει κύριος«.

ὁ ταῦτα δὲ λέγων ἐρρωμένην εἶχε τὴν διάνοιαν καὶ παρηκολούθει, ἰδοὺ τοίνυν * »τάδε λέγει κύριος« καὶ »ὅρασις ἥν εἶδεν«.

ὁ δὲ Μοντανὸς οὗτος ὁ αὐχῶν ἑαυτὸν εἶναι προφήτην καὶ πλανήσας τοὺς ὑπ᾿ αὐτοῦ πεπλανημένους ἀσύστατα κατὰ τῆς θείας γραφῆς διηγεῖται. λέγει γὰρ ἐν τῇ ἑαυτοῦ λεγομένῃ προφητείᾳ »τί λέγεις τὸν ὑπὲρ ἄνθρωπον σῳζόμενον; λάμψει γὰρ (φησίν) ὁ δίκαιος ὑπὲρ τὸν ἥλιον ἑκατονταπλασίονα, αἱ δὲ μικροὶ ἐν ὑμῖν σῳζόμενοι λάμψουσιν ἑκατονταπλασίονα ὑπὲρ τὴν [*](3 vgl. Röm. 14, 1ff — 6 I Tim. 5, 11f; dazu Tertullian de monog. 15 — 13f Apoc. 1, 1 — 19f über Sammlungen der montanistischen Orakel vgl. Zahn Gesch. d. neutest. Kan. I 1, 5f — 21f vgl. Matth. 13, 43 Daniel 12 3; dazu den Anonymus bei Eusebius V 16, 9; S. 464, 3ff τοὺς μὲν χαίροντας καὶ χανυωμένους ἐπ᾿ αὐτῷ (sc. über Montanus), μακαρίζοντος τοῦ πνεύματος καὶ διὰ τοῦ μεγέθους τῶν ἐπαγγελμάτων ἐκφυσιοῦντος und Tertullians Schrift de spe fidelium adv. Marc. ΙΙΙ 24) [*](Μ U) [*](2 ἀλλὰ < U | οὐδὲ *] οὐκ M U 3 πάντῃ] παντὶ U 4 εὐθὺς] καὶ αὐτὸς U 5 * etwa <τοὺς ἐκβάλλοντας τοὺς> * 7 τὸ < U 8 ἔχουσαι Μ 9 ἀπαγγειλάμενοι U | οὐκ ἔχουσιν U 10 εἰ δὲ + καὶ U 12 πᾶς] πῶς U 14 ἑαυτοῦ Μ 15 καὶ] lies ὁμοίως τῷ? * 16 δὲ < U | ἰδοὺ] εἰ U 17 * ergänze etwa <τὰ αὐτὰ λέγει τοῖς τῆς παλαιᾶς διαθήκης προφήταις τοῖς λέγουσιν> *, vgl. S. 223, 16ff | nach ἣν εἷδεν noch einmal geschriebcn καὶ τὸ τάδε λέγει κύριος Μ 19 κατὰ τὰς θείας γραφὰς U 21 φησὶν hinter ὁ δίκαιος u 22 ὑμῖν] ἡμῖν ? *)

233
σελήνην«.

ὁ δὲ κύριος ἐλέγχει τὸν τοιοῦτον, ὁ ἔχων τὴν ἐξουσίαν χαρίσασθαι τὸ λάμπειν τὰ πρόσωπα τῶν ἁγίων καὶ φαιδρύνας τὸ πρόσωπον τοῦ Μωυσέως καὶ μεταβάλλων τοὺς ἁγίους αὐτοῦ ἐν τῇ μελλούσῃ ἀναστάσει τῶν σωμάτων, τοὺς σπειρομένους ἐν ἀτιμάᾳ καὶ ἐγειρομένους ἐν δόξῃ, οὐκ ἄλλα σώματα παρὰ τὰ ὄντα,

ἀλλὰ αὐτὰ τὰ ὄντα ἐγειρόμενα ὅλα, λαμβάνοντα δὲ δόξαν παρ᾿ αὐτοῦ μετὰ <τὴν> ἀνάστασιν παρὰ τοῦ τὴν δόξαν ἀφθόνως παρέχοντος τοῖς ἑαυτοῦ ἁγίοις, ἐπειδὴ ἔχει τὴν ἐξουσίαν δοῦναι καὶ χαρίσασθαι ὡς θεὸς καὶ κύριος.

ἔχων δὲ τοῦ χαρίσασθαι <ἐξουσίαν> οὐκ ἐπηγγείλατο κατὰ τὸν Μοντανόν, ἀλλά φησι »λάμψει ὑμῶν τὰ πρόσωπα ὡς ὁ ἥλιος«. | εἰ τοίνυν ὁ ἔχων τὴν ἐξουσίαν καὶ ἀληθῶς ὑπάρχων δεσπότης καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὡς ὁ ἥλιος λέγει τὰ πρόσωπα τῶν δικαίων λάμψειν, πῶς ὁ Μοντανὸς ἐπαγγέλλεται περισσότερον ἑκατονταπασίονα;

εἰ ὴν ἄρα ὅμοιος εἴη ἐκείνῳ τῷ ἐπαγγειλαμένῳ τοῖς περὶ τὸν Ἀδὰμ ὅτι ἔσεσθε ὡς θεοὶ [φήσαντι] καὶ ἀπὸ τῆς ὑπαρχούσης αὐτοῖς δόξης καὶ παραδείσου τρυφῆς παρασκευάσαντι αὐτοῖς τὴν ἐκβολὴν γενέσθαι καὶ εἰς φθορὰν θανάτου κατενεχθῆναι.