Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

διὸ καὶ ἐνταῦδα ἐπληροῦτο τὸ εἰρημένον »ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός«. εἰ γὰρ καὶ περὶ ἡμῶν λέγει τῶν νενεκρωμένων τοῖς ἔργοις καὶ τῶν καθευσόντων ἐν βάθει ὕπνου τῆς ἀγνωσίας, ἀλλ’ οὖν γε ἐκεῖθεν ἡ ἀρχὴ τῆς αἰνίξεως * περιέχει τὸν τρόπον.

καὶ οὐχ ἁπλῶς οὐδὲ ἀργῶς· »ἀνέστη«, γὰρ φησι, [*](13ff vgl. Ps. Tertullian carm. adv. Marc. II 201 ff hic patitur Christus, pio sanguine terra madescit, puluis Adae ut possit veteris cum sanguine Christi commixtus stillantis aquae virtute levari Hieronymus ep. 3, 2; S. 332,5 ff Hilberg ut secundus Adam et sanguis Christi de cruce stillans primi Adam et iacentis propagatoris peccata dilueret et tunc sermo ille apostoli conpleretur (Ephes. 5,14) – 14 vgl. Joh. 19,34 – 17 vgl. I Petri 1,2 – 22 Eph. 5,14 (dieselbe stelle bei Hieronymus angeführt, vgl. zu Z. 13ff) – 23ff vgl. haer. 42,12 3 refut. 37 d; S. 180, 15 ff — 2ff Matth. 27, 52f) [*](V M ) [*](1 τούτω am Rande nachgetragen V corr | δέ auf Rasur V corr | [καὶ]* 2 ἐπόνυμον Μ 3 ἦς] ἤ Μ 5 <ὁ> * | κεφαλὴ aus κεφαλῆς V corr κεφαλὴ Μ 6 <ἐπὶ>* 11 εὕρηται Μ 14 διὰ] ἐκ?* 17 καὶ ἡμῖν am Rade nachgetragen V corr 25 * etwa <γέγονεν. καὶ γὰρ τῆς ἀναστάσεως> *)

210
»πολλὰ σώματα τῶν ἁγίων«, ὡς ἔχει τὸ εὐαγγέλιον, »καὶ εἰσῆλθον σὺν αὐτῷ εἰς τὴν ἁγίαν πόλιν« καὶ οὐκ εἶπεν, ἀνέστησαν ψυχαὶ τῶν ἁγίων, ἀλλὰ σώματα φύσει τῶν ἁγίων καὶ εἰσῆλθον μετ’ αὐτοῦ εἰς τὴν ἁγίαν πόλιν καὶ τὰ ἑξῆς.

Πανταχόθεν τοίνυν ἀποκρουσάμενοι τοῦ κώνωπος τούτου τὰ δήγματα δἰ ἐλαίου τῆς τοῦ θεοῦ φιλανθρωπίας καὶ κυρίου ἡμῶν ἐνδημίας καὶ φωτὸς τοῦ εὐαγελίου τὴς ἀληθείας, ἐπὶ τὰς ἑξῆς κατὰ τὸ εἰωθὸς πάλιν προσελθεῖν ἐν τῇ τοῦ θεοῦ δυνάμει σπεύσωμεν.

[*](V M )[*](5 άποκρουσάμενοι *] ἀποκρουσάμενος V M 8 πάλιν über der Linie nachgetragen V corr | προ|||ελθεῖν, σ ausradiert V corr προσελεῖν Μ | σπευδάσωμεν V)

Ἐγκρατῖταί τινες οὕτω καλούμενοι τοῦτον τὸν Τατιανὸν διαδέχονται, φύσει ὑπ᾿ αὐτοῦ πεπλανημένοι τε καὶ ἠπατημένοι, ἕτερα δὲ παρὰ τοῦτον φρονήσαντες καὶ εἰς μείζονα πάλιν ἐρεσχελίαν ἑαντοῦς ἐκδεδωκότες.