Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

αἱ γὰρ οὖσαι πολλαὶ καὶ μία, <ἅτε> ἐκ τῆς μιᾶς ὑπάρχουσαι [ἐκ] τῆς οὔσης [μιᾶς τῆς] αἰτίας τῶν πασῶν, εὑρεθήσονται· καὶ οὐκέτι πολλαὶ ἀρχαὶ ἀλλ᾿ ἢ μία ἡ τούτων αἰτία γεγονυῖα, καὶ ἀναχθήσεται τὰ πάντα εἰς τὴν μίαν μοναρχίαν καὶ διέπεσεν ἡ τοῦ τοιούτου πιθανολογία * καὶ οὐκ ἀλήθεια, οὐδὲ τὴν πιθανολογίαν δυναμένη ἔχειν. μωρὸν γὰρ τὸ ὅλον κήρυγμα.

καὶ εἰ ὁ Ἀδὰμ οὐ σῴζεται, τὸ φύραμα, οὐδέ τι <τῶν ἀπὸ> τοῦ φυφάματος σῴζεται. εἰ γὰρ ὁ πρωτόπλαστος καὶ ἐξ ἀθίκτου γῆς γενόμενος σωτηρίας οὐ μεθέξει, πῶς τὰ ἐξ αὐτοῦ γεγεννημένα ἕξει σωτηρίαν;

3. Κατὰ γὰρ δύο τρόπους εὑρεθήσεται καθ᾿ ἑαυτοῦ λέγων. φάσκει γὰρ τὸν γάμον εἷναι οὐκ ἐκ τοῦ θεοῦ, ἀλλὰ πορνείαν εἶναι αὐτὸν καὶ μύσος· καὶ ἑαυτὸν ἀπὸ γάμου ὑπάρχοντα καὶ ἐκ γυναικὸς γεγεννημένον καὶ ἐκ σπορᾶς ἀνδρὸς ἡγεῖται σῴζεσθαι.

ἄρα οὖν πάλιν ἀνέλυσε τὴν αὐτοῦ κατὰ τοῦ γάμου βλασφημίαν. εἰ γὰρ οὗτος ἐκ γάμου ὑπάρχων σωτηρίαν ἕξει, ἄρα οὐ βδέλυγμα ὁ γάμος, ὁ γεννῶν τοὺς τῆς σωτηρίας μετέχοντας, οἵῳ δἂν θέλοι τρόπῳ λέγειν.